Εὐχὴ τῶν Ἑπτὰ Παίδων εἰς ἀσθενῇ καὶ μὴ ὑπνούντα

Τοῦ Κυρίου δεηθῶμεν

Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετὸς καὶ ἀκατάληπτος καὶ ἀνεκδιήγητος, ὁ πλάσας τὸν ἄνθρωπον τῇ χειρί σου, χοῦν λαβῶν ἀπὸ τῆς γῆς. καὶ τῇ εἰκόνι τῇ σῇ τιμήσας αὐτόν, Ἰησοῦ Χριστέ, τὸ ἐπιπόθητον ὄνομα, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, ἐπιφάνηθι ἐπὶ τὸν δοῦλόν σου (τόν δε) καὶ ἐπίσκεψαι αὐτὸν ψυχὴ καὶ σώματι, δυσωπούμενος ὑπὸ τῆς πανενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. τῶν ἁγίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων. τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων. τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καi Ὁικουμενιών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος τοῦ Θαυματουργοῦ, καὶ πάντων τῶν ἁγίων Ἱεραρχῶν: τοῦ ἁγίου Ἀποστόλου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Στρατηλάτου καί πάντων τῶν ἁγίων Μαρτύρων. τῷ Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, Ἀντωνίου, Εὐθυμίου, Σάββα τοῦ Ἠγιασμένου, Θεοδοσίου τοῦ Κοινοβιάρχου, Ὀνουφρίου, Ἀρσενίου, Ἀθανασίου τοῦ ἐν Ἄθω, καὶ πάντων τῶν Ὁσίων. τῶν ἁγίων καὶ ἰαματικὼν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανού, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἐρμολάου, Σαμψὼν καὶ Διομήδους, Θαλελαίου καὶ Τρύφωνος, καὶ τῶν λοιπῶν. τοῦ Ἁγίου (τοῦδε) καὶ πάντων σου τῶν Ἁγίων. καὶ δὸς αὐτῷ ὕπνον ἀνέσεως, ὕπνον σωματικὸν ὑγείας, καὶ σωτηρίας, καὶ ζωῆς, καὶ ῥώσιν ψυχῆς καὶ σώματος. καὶ ὡς ἐπεσκέψω ποτὲ Ἀβιμέλεχ τὸν θεράποντά σου ἐν τῷ ἀγρῷ τοῦ Ἀγρίππα, καὶ ἔδωκας αὐτῷ ὕπνον παραμυθίας, τοῦ μὴ ἰδεῖν τὴν πτῶσιν Ἱερουσαλήμ, καὶ τοῦτον κοιμήσας ὕπνῳ θρεπτικῷ, καὶ πάλιν τοῦτον ἀναστήσας ἐν μία καιροῦ ῥοπή, εἰς δόξαν τῆς σῆς ἀγαθότητος. ἀλλὰ καὶ τοὺς ἁγίους σου καὶ ἐνδόξους ἑπτὰ Παῖδας, ὁμολογητὰς καὶ μάρτυρας τῆς σῆς ἐπιφανείας ἀναδείξας, ἐν ταῖς ἡμέραις Δεκίου τοῦ βασιλέως καὶ ἀποστάτου, καὶ τούτοις κοιμίσας ἐν σπηλαίῳ ἔτη τριακόσια ἑβδομήκοντα δύο, ὡσεὶ βρέφη θάλποντα ἐν τῇ νηδύϊ τῆς αὐτῶν μητρός, καὶ μηδόλως ὑπομείναντας φθοράν, εἰς ἔπαινον καὶ δόξαν τῆς φιλανθρωπίας σου, εἰς ἔνδειξιν καὶ βεβαίωσιν ἡμῶν τῆς παλιγγενεσίας καὶ ἀναστάσεως πάντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σοῦ Πνεύματος καὶ ἐπίσκεψαι τὸν δοῦλύν σου (τόνδε), καὶ δώρησαι αὐτῷ ὑγείαν, ῥώσιν καὶ εὐρωστίαν διὰ τῆς σῆς ἀγαθότητος, ὅτι παρὰ σοῦ ἐστι πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον. Σῦ γὰρ εἶ, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

προηγούμενο
επόμενο

Facebook Comments