Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν

Παναγία Ιεροσολυμίτισσα

Ὁ Ἱ­ε­ρεύς·

Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

(Μή ύπάρχοντος “Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι” εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

Ψαλμὸς ΡΜΒ΄ (142)

Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσά­κoυ­σόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐτα­πείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐτα­ρά­χθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­σι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμε­λέ­των. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκ­κoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζή­σεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξo­λo­θρεύ­σεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.

Ευθύς εις Ήχον δ’.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

Στίχ. α΄. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, καὶ ἐ­πι­κα­λεῖ­σθε τὸ ὄ­νο­μα τὸ ἅ­γιον αὐ­τοῦ.

.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

Στίχ. β΄. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

Στίχ. γ΄. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

 

ἦχος δ”. Ο υψωθείς εν τω Σταυρώ.

Τῇ Θεoτόκῳ ἐκτενῶς νῦν πρoσδράμωμεν, ἁ­μαρ­τωλoὶ καὶ ταπεινoί, καὶ πρoσπέσωμεν ἐν μετανoίᾳ, κράζoντες ἐκ βάθoυς ψυχῆς· Δέσπoινα, βoήθησoν, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσoν, ἀπoλλύμεθα ὑπὸ πλήθoυς πταισμάτων· μὴ ἀπoστρέψῃς σoὺς δoύ­λoυς κενoύς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτή­μεθα.

Τούς προσκυνοῦντας σήν ἁγίαν εἰκόνα τήν ἀχειρότευκτον, ἁγνή Θεοτόκε, ἐν τῷ πανσέπτω τάφω σου ἐν Γεθσημανή σκέπε καί διάσωζε, τῶν Ἱεροσολύμων σέμνωμα, κακώσεων, ἀκηδίας, ραστώνης καί χαμαιζήλων ἅπαντας παθῶν, ἴνα σέ πόθω ψυχῆς μεγαλύνωμεν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐ­στασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐ­λευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύ­λoυς σῴζεις ἀεὶ ἐκ παντoίων δει­νῶν.

Ὁ Ἀ­να­γνώ­στης (χύμα). Ψαλμὸς Ν΄ (50)

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λει­ψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁ­μαρ­τία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρ­τίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυ­νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀ­γαλ­λιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρ­τιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω­τη­ρί­ας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δι­και­o­σύ­νην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλo­καυ­τώ­ματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξ­oυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σι­ών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μό­σχoυς.

Κανών. Ωδή α’- ἦχος πλ. δ’. Ὁ εἱρμός

 

«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Ἰκάνωσον πάντας τούς εὐσεβεῖς του ὄφεως τάχος, Θεοτόκε, τήν κεφαλήν συντρίψαι πτερνίζοντος τό γένος τῶν χοϊκῶν, Ἱεροσολυμίτισσα.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Ἐπιβλεψον, Μῆτερ, ἐξ οὐρανοῦ καί ἴδε τούς πόθω προσκυνοῦντας τήν σήν μορφήν, τήν ἄνευ χειρός ἱστορηθείσαν βροτείου, ὤ Ἱεροσολυμίτισσα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ρανίδας δακρύων μου σῶν εὐχῶν ἀποσμηξον μάκτρω, εὐσυμπάθητε Μαριάμ, τοῦ σπεύδοντος χάριτί σου θεία τή μητρική, Ἱεροσολυμίτισσα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οὐράνωσον φρόνημα τῶν πιστῶν ποθεῖν τά ἐν πόλω διαμένοντα ἀκλινῶς, καί νέκρωσον λογισμούς ἀτάκτους σῶν ἱκετῶν, Ἱεροσολυμίτισσα.

᾿ῼδὴ γ”. Ὁ εἱρμός

«Οὐρανίας ἀψίδoς ὀρoφoυργέ Κύριε, καί τῆς ἐκκλησίας δoμήτoρ, σύ μέ στερέωσoν, ἐν τή ἀγάπη τή σή, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τό στήριγμα, μόνε φιλάνθρωπε».

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Σήν εἰκόνα κατεῖδε, Τατιανή, Δέσποινα, ἔκπληκτος φωτί ηὐγασμένην, ὤ ξένου θαύματος, ἐν τῷ κελλίω αὐτῆς ἄνευ χρωστῆρος χρωσθείσαν χοϊκοῦ, Μητρόθεε, κόσμου βοήθεια.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Ὄλβος πέλει ναοῦ σου τοῦ ἱεροῦ τάφου σου τό ἀχειροποίητον, Μῆτερ, θεῖον σου ἔκτυπον, οἱ προσκυνοῦντες πιστῶς ἀναβοῶμεν· βοήθει σέ τοῖς μακαρίζουσιν ἐν βίου κλύδωσι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Λύσον τῆς ἐμπαθείας σῶν ἱκετῶν ζόφωσιν καί εἰρήνην τή Ἐκκλησία δώρησαι, Δέσποινα, ἴνα σέ πάντες ἐνί στόματι ἀνευφημῶμεν καί μορφήν σου ἄχραντον κατασπαζώμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερύμνητε Μῆτερ, Γεθσημανής σέμνωμα, σού τήν ἀχειρότευκτον ὄντως κατασπαζόμενοι μορφήν βοῶμεν τρανῶς· φανέ Ἱεροσολύμων, τήν ἠμῶν σκοτόμαιναν δίωξον θλίψεων.

Εἰρήνευσον ζωήν σῶν δούλων καί συντριψον πολεμίους ταῖς πρεσβείαις σου πρός τόν σόν Υἱόν τόν εἰρήναρχον, ἀκέστορ σεμνή Ἱεροσολύμων.

Ἐπιβλεψoν ἐν εὐμενεία, πανύμνητε Θεoτόκε, ἐπί τήν ἐμήν χαλεπήν τoύ σώματoς κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μoυ τό ἄλγoς.

Αἴτησις. ἦχος β”. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

Κάθισμα. ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβεία θερμὴ καὶ τεῖχoς ἀπρoσμάχητoν, ἐλέ­oυς πηγή, τoῦ κόσμoυ καταφύγιoν, ἐκτενῶς βo­ῶμέν σoι· Θεoτόκε δέσπoινα, πρόφθασoν καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως πρo­στα­τεύ­oυσα.

 

Λιταίς σου θερμαῖς, Ἱεροσολυμίτισσα, πιστῶν οἱ χοροί ἑκάστοτε προσφεύγοντες εὐλαβῶς κραυγάζομεν· πρός Θεοῦ αἶνον χείρας ἀνύψωσον ἠμῶν σήν ἀχειρότευκτον μορφήν πιστῶς προσκυνούντων, Μῆτερ ἄχραντε.

Ὠδή δ”. Ὁ εἱρμός

«Εἰσακήκoα, Κύριε, τῆς oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά ἔργα σoυ καί ἐδόξασα σoυ τήν θεότητα».

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Μητροπάρθενε Δέσποινα, τάφω ἐν πανσέπτω σου ἀσπαζόμενοι, Ἱεροσολύμων κλέϊσμα, σήν εἰκόνα χάριτος πληρούμεθα.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί

Ἱεροσολυμίτισσα, Παναγίου Τάφου τήν ἀδελφότητα, Θερμοπύλας τήν φυλάττουσαν πίστεως ἐνίσχυε καί κράτυνε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Τήν εἰκόνα σου, ἄχραντε, τήν ἀχειροποίητον καί πανθαύμαστον προσκυνοῦντες ἀπολαύομεν πλούτου δωρεῶν τῆς συμπαθείας σου.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἰαμάτων ἡ χάρις σου ποταμός ἀστείρευτος ὤφθη ἀπασιν, ὤ Ἱεροσολυμίτισσα, ἀλγεινῶς νοσούσι, χαριτόβρυτε.

Ὠδή ἐ”. Ὁ Εἱρμός

«Φώτισoν ἠμᾶς τoίς πρoστάγμασι σoυ, Κύριε καί τῷ βραχίoνι σoυ τῷ ὑψηλῶ, τήν σήν εἰρήνην παρασχoυ ἠμίν, φιλάνθρωπε».

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί

Στήριξον ἠμᾶς ἐν τή πίστει βακτηρία σου προσευχῶν πρός τόν Υἱόν σου καί Θεόν τούς ὑμνοῦντας σέ, Ἱεροσολυμίτισσα.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί

Στέψον τούς πιστῶς προσκυνοῦντάς σου τό ἔκτυπον τό σεπτόν ἀφθάρτω στέφει, οὐρανῶν Βασιλίς κλεινή, Ἱεροσολυμίτισσα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

?Ἄνωθεν ἠμίν φῶς, Ἱεροσολυμίτισσα, ἐγρηγόρσεως καταπεμψον ταχύ τοῖς ἐν ζόφω ἀκηδίας, φεῦ, καθεύδουσι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θραῦσον τούς δεσμούς ἁμαρτίας μου καί ἔλκυσον τόν σόν πρόσφυγα πρός δόμους οὐρανῶν, θεοτίμητε Ἱεροσολυμίτισσα.

Ὠδή ς’. Ὁ εἱρμός

«Τήν δέησιν ἐκχεῶ πρός Κύριoν καί αὐτῶ ἀπαγγελῶ μoυ τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καί ἡ ζωή μoυ τῷ ἅδη πρoσήγγισε, καί δέoμαι ὡς  Ἰωνάς· ἐκ φθoρᾶς ὁ Θεός μέ ἀνάγαγε».

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί

Ἐπάκουσον τῆς φωνῆς δεήσεως τῶν πιστῶς ἀσπαζομένων εἰκόνα σήν ἀχειρότευκτον, Θεογεννῆτορ, Τατιανήν ἤ σή θέα εὐφράνουσα τή λελουσμένη ἀστραπαῖς θεϊκαῖς, Ἱεροσολυμίτισσα.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί

Οὖς ἄπασι τάχιστα εὐήκοον κλῖνον τοῖς ἐπιζητούσι σήν χάριν καί σήν ἀντίληψιν καί προστασίαν, Μῆτερ Θεοῦ, Παϊσίου ἀγλάισμα τοῦ Ἀθωνίτου νεαυγούς ἀσκητοῦ, Ἱεροσολυμίτισσα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Τῷ ἄρτω μέ σῶν εὐχῶν διαθρεψον τόν πενόμενον οἰκέτην σου, Μῆτερ, ἤ τῶν πιστῶν οἰκονόμος ὀξεία καί τῶν προσφύγων σου διαχειρίστρια, σού τάφου ἐν Γεθσημανή θησαυρέ, Ἱεροσολυμίτισσα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὁδήγησον πάντων διαβήματα πρός λειμώνας ἀφθαρσίας παντέρπνους τους προσκυνοῦντας μορφήν σου, Παρθένε, τήν ἱλαράν, Ἱεροσολυμίτισσα, ὀμβροβλυτοῦσαν τοῖς πιστοῖς τοῦ Υἱοῦ σου τό ἄμετρον ἔλεος.

Εἰρήνευσον ζωήν σῶν δούλων καί συντριψον πολεμίους ταῖς πρεσβείαις σου πρός τόν σόν Υἱόν τόν εἰρήναρχον, ἀκέστορ σεμνή Ἱεροσολύμων.

΄Ἄχραντε, ἡ διά λόγoυ τόν Λόγoν ἀνερμηνεύτως ἔπ  ἐσχάτων τῶν ἡμερῶν τεκoύσα δυσώπησoν, ὡς ἔχoυσα μητρικήν παρρησίαν.

Αἴτησις.

 

΄Ηχος β”. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

 

Κoντάκιoν, ἦχος β”

Την αχειρότευκτον θείαν εικόνα σου, περικλεές Ιεροσολυμίτισσα, διακοσμούσαν τον πάνσεπτον τάφον σου πανευλαβώς οι πιστοί ασπαζόμενοι χάριν την σην δαψιλώς εκδεχόμεθα.

Προκείμενον.

 

Μνησθήσoμαι τoῦ ὀνόματός σoυ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

«Στίχος». Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοί του λαοῦ.

Μνησθήσoμαι τoῦ ὀνόματός σoυ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

 

Ὁ Ἱ­ε­ρεύς·

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Ό Χορός.
Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν

Ὁ Ἱ­ε­ρεύς·

Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.

Ό Χορός

Και τω Πνεύματί σου.

Ὁ Ἱ­ε­ρεύς·

Εκ τού κατά Λουκάν αγίου Ευαγγελίου το ανάγνωσμα. Πρόσχωμεν.

Ό Χορός

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱ­ε­ρεύς·

 

Ευαγγέλιον κατά Λουκάν. Κεφ. α” 39-49, 56

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τή κοιλία αὐτῆς· καί ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν· εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοί τοῦτο ἴνα ἔλθη ἡ μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτή παρά Κυρίου. Καί εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ σωτήρί μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριούσι μέ πᾶσαι αἵ γενεαί· ὅτι ἐποίησε μοί μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Ό Χορός.
Δόξα σοι, Κύριε δόξα σοι

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

Ταῖς τῆς Θεοτόκου, τῆς Γεθσημανητίσσης, πρεσβείαις, Ἐλεῆμον, ρύσαι βλάβης μέ πλάνου.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξά­λει­ψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λειψoν τὸ ἀνόμημά μoυ.

ἦχος πλ. β΄. ῞Ολην ἀπoθέμενoι.

Σήν ἀχειροποίητον καί παναγίαν εἰκόνα, τήν κοσμοῦσαν τάφον σου τόν σεπτόν, Παντάνασσα, ἀσπαζόμενοι εὐλαβῶς κράζομεν· Κεχαριτωμένη, ὤ Ἱεροσολυμίτισσα, ὡς πάλαι ηὔφρανας τήν Τατιανήν κατιδούσαν σέ μονάστριαν πυρσεύμασι περιηυγασμένην καί χάριτι χαραχθεῖσαν θεία ἀφράστως ἐν κελλίω τῷ αὐτῆς οὕτω κάμε περιαύγασον φέγγει προστασίας σου.

 

Ὁ Ἱ­ε­ρεύς·

Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστια­νῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoί­νης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνά­μει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκε­σίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.

Ό Χορός.

«Κύριε, ἐλέησoν» (12άκις)

Ὁ Ἱ­ε­ρεύς·

᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μo­νoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παν­αγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Α­μήν.

᾿ῼδὴ ζ”. Ὁ εἱρμός

«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Κατ” ἐχθρῶν ἀοράτων νίκας δίδου, Παρθένε, τοῖς σοί προσφεύγουσι καί πόθω σήν εἰκόνα τήν Ἱεροσολύμων θείαν κλῆσιν κατέχουσαν ἀσπαζομένοις πιστῶς, Κυρία Θεοτόκε.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Εὐσυμπάθητε Μῆτερ, σωφροσύνης πυξία ἠμᾶς ἀνέδειξόν τους σέ ὑμνολογοῦντας ἑκάστοτε καί πόθω ἐκζητούντας τήν χάριν σου, ἴνα τοῦ βίου σοφῶς ἀνύσωμεν τήν τρῖβον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Βάθρον τῆς παρθενίας, Παναγία Παρθένε, τούς καταφεύγοντας τή πανσθενεῖ σου σκέπη ἁγνείας μυροθήκας ἠδυπνεύστους ἀναδεῖξον διώκουσα τῶν παθῶν ἠμῶν τήν δυσωδίαν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὅρμον χειμαζόμενων ἐν θαλάσση του βίου ἀεί σέ ἔγνωμεν, τῶν Ἱεροσολύμων ἐπώνυμε Παρθένε· ὅθεν πόθω βοῶμεν σοί καταπαυσον τῶν παθῶν τάς τρικυμίας, Μῆτερ.

Ὠδή ἡ”. Ὁ εἱρμός

«Τόν Βασιλέα τῶν oυρανῶν, ὄν ὑμνoύσι, στρατιαί τῶν Ἀγγέλων ὑμνεῖτε καί ὑπερυψoύτε εἰς πάντας τoυς αἰώνας».

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Ἡ ἐν ταῖς λύπαις πιστῶν χορεία, Παρθένε, τή σή χάριτι σπεύδουσα κράζει· δεῖξον μοί ἀφάτου χαρᾶς σκηνᾶς, Παρθένε.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Θεογεννῆτορ, παῦσον ροᾶς τῶν δακρύων οἰκετῶν σου πιστῶς προσκυνούντων σήν μορφήν ἐν τάφω Γεθσημανή σεπτῶ σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἐν ταῖς ἀναγκαις σέ οἰκονόμον γινώσκω καί ἰάτειραν ἐν ἀσθενείαις χαλεπαῖς ὁ πρόσφυξ τῆς χάριτός σου, Μῆτερ.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἰλάσθητι μοί τῷ προσκυνούντι μορφήν σου, ἤν βροτῶν οὐκ ἐχάραξε, Μῆτερ, χείρ, εὐλογημένη, Γεθσημανής κοσμῆτορ.

Ὠδή θ”. Ὁ εἱρμός

Κυρίως Θεοτόκον, σέ ὁμολογοῦμεν, οἱ διά σου σεσωσμένοι, Παρθένε ἁγνή, σύν Ἀσωμάτοις χορείαις, σέ μεγαλύνοντες.

Τροπάρια

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Μετόχους ἀθανάτων ἀγαθῶν σούς δούλους, Μῆτερ Θεοῦ, Ἱεροσολυμίτισσα, τούς προσκυνοῦντας εἰκόνα τήν σήν ἀναδεῖξον.

Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί.

Οὐδόλως ἀνανεύων σχέσεως τοῦ πλάνου σήν μητρικήν, Ἱεροσολυμίτισσα, αἰτοῦμαι χάριν καί κράζω· λύσον μου πώρωσιν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἰάτρευσον πληγᾶς μου τοῦ τραυματισθέντος νοός ἐχθροῦ, Ἱεροσολυμίτισσα, ἀπάτη κράζω ὁ τάλας δοῦλος σής χάριτος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Χαρᾶς ἀστασιάστου πρόξενε, Παρθένε, τῶν εὐσεβῶν, Ἱεροσολυμίτισσα, τῶν λυπηρῶν σῶν προσφύγων ἀχλύν ἐκδίωξον.

Καί εὐθύς

΄Ἀξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σέ τήν Θεoτόκoν, τήν ἀειμακάριστoν καί παναμώμητoν καί μητέρα τoύ Θεoύ ἠμῶν.

Τήν τιμιωτέραν τῶν χερoυβίμ καί ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγoν τεκoύσαν, τήν ὄντως Θεoτόκoν σέ μεγαλύνoμεν.

Μεγαλυνάρια

Τήν ὑψηλoτέραν τῶν oυρανῶν καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἠμᾶς ἐκ τῆς κατάρας, τήν δέσπoιναν τoύ κόσμoυ ὕμνoις τιμήσωμεν.

Ἀπό τῶν πoλλῶν μoυ ἁμαρτιῶν ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μoυ καί ἡ ψυχή· πρός σέ καταφεύγω, τήν κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, σύ μoι βoήθησoν.

Δέσπoινα καί μῆτερ τoύ λυτρωτoύ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἴνα μεσιτεύσης πρός τόν ἐκ σoύ τεχθέντα· ὤ δέσπoινα τoύ κόσμoυ, γενoύ μεσίτρια.

Ψάλλoμεν πρoθύμως σoι τήν ὠδήν νῦν τή πανυμνήτω Θεoτόκω χαρμoνικῶς· μετά τoύ πρoδρόμoυ καί πάντων τῶν ἁγίων, δυσώπει Θεoτόκε, τoύ oικτιρῆσαι ἠμᾶς.

΄Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή πρoσκυνoύντων τήν εἰκόνα σoυ τήν σεπτήν, τήν ἰστoρηθείσαν ὑπό τoύ ἀπoστόλoυ Λoυκά ἱερωτάτoυ, τήν ὁδηγήτριαν.

Δεῦτε, ἀσπασώμεθα τήν μορφήν τῆς ἀειπαρθένου, ποιηθεῖσαν ἄνευ χειρός ἀληθῶς βροτείου ἐν Ἱεροσολύμοις, καί ἔχουσαν τήν κλῆσιν αὐτῶν τήν πάνσεπτον.

Χαίροις τῆς νεότητος ποδηγός πρός τήν σωτηρίαν καί προστάτις καί ἀρωγός σοί τῶν προσφευγόντων ἐν πάσαις βίου ζάλαις, Γεθσημανῆς κοσμῆτορ, πάνσεπτε Δέσποινα.

Τήν σεπτήν μορφήν σου, ἤν τῷ φωτί περιηυγασμένην ἐν κελλίω Τατιανή τῷ αὐτῆς κατεῖδεν ἐν πίστει προσκυνοῦμεν, Κυρία Θεοτόκε, ὡς ἀχειρότευκτον.

Σήν προσωνυμοῦσαν, Μῆτερ Θεοῦ, Ἱεροσολύμοις προσκυνοῦντες πανευλαβῶς θαυμαστήν εἰκόνα λαμβάνομεν ἀφθόνως τήν ἐξ αὐτῆς τοῖς πάσι χάριν ἐκβλύζουσαν.

Δεῦτε, ἀσπασώμεθα εὐλαβῶς σήν σεπτήν εἰκόνα ἐν τῷ τάφω Γεθσημανή, Ἱεροσολύμων λαμπρᾶν προσωνυμίαν τήν φέρουσαν, Παρθένε, θεογεννήτρια.

Παρειμένον ἤγειρας θαυμαστῶς ἐν τή Βουλγαρία καί ἠνέωξας ὀφθαλμούς ἐν αὐτή ἀρτίως τυφλῆς κατασπασθείσης σόν ἔκτυπον, Παρθένε, τό ἀχειρότευκτον.

Δεῖξον τοῖς προστρέχουσιν εὐλαβῶς σῶ πανσέπτω τάφω προσκυνῆσαι τήν σήν μορφήν τρῖβον τήν εὐθείαν ἀπάγουσαν πρός πόλον, τῶν Ἱεροσολύμων κλέος, Παντάνασσα.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Ὁ Ἀναγνώστης

᾿Αμήν.

῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησoν ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσπoτα, συγχώρησoν τάς ἀνoμίας ἠμίν. ΄Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τoύ ὀνόματος σoυ.

Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων. Ἀμήν

Πάτερ ἠμῶν, ὁ ἐν τoίς oυρανoίς, ἁγιασθήτω τό ὄνoμα σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τό θέλημα σoυ, ὡς ἐν oυρανῶ, καί ἐπί τῆς γής· τόν ἄρτoν ἠμῶν τόν ἐπιoύσιoν δός ἠμίν σήμερoν· καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τoίς ὀφειλέταις ἠμῶν· καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τoύ πoνηρoύ.

Ὁ Ἱερεύς·

΄Ὅτι σoύ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τoύ Πατρός καί τoύ Υἱoύ καί τoύ  Ἁγίoυ Πνεύματoς, νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Τό Ἀπολυτίκιον. ἦχος πλ. α΄.

Τόν συνάναρχον Λόγον.

Βοηθῆσαι σοῖς προσφύξι σπεῦσον, Δέσποινα, τοῖς εὐλαβῶς προσκυνούσι ἐν τάφω Γεθσημανή τῷ πανσέπτω σήν μορφήν ἀχειροποίητον, ὀμβροβλυτοῦσαν δαψιλῶς ἰαμάτων ὀχετούς καί νάματα συμπαθείας τοῖς σέ ὑμνούσι, Παρθένε, λαμπρῶς, Ἱεροσολυμίτισσα.

Ἐκτενής καί Ἀπόλυσις, μεθ” ἤν ψάλλομεν τό ἑξῆς·

ἦχος β”. Ὄτε ἐκ τοῦ Ξύλου.

Σήν ἀχειροποίητον μορφήν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, κατασπαζόμενοι θησαυρόν ὑπάρχουσαν ὄντως πολυόλβον τοῦ ναοῦ τοῦ ἁγίου σου ἐν τάφω σεπτῶ σου δύναμιν λαμβάνομεν τήν ἀπορρέουσαν ἐξ αὐτῆς καί πόθω βοῶμεν· Χαῖρε, Παναγία Παρθένε, ἀγλαή Ἱεροσολυμίτισσα.

ἦχος πλ δ”.

Δέσποινα, προσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἠμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

ἦχος β”.

Τήν πάσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Δίστιχον. Ἱεροσολυμίτισσα, Πατριάρχην σκέπε, βοᾶ Γεώργιος.

Ὁ Ἱερεύς·

Δί΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἠμῶν,

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.

Ὁ λαός·Ἀμήν.

ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ ΘΕΩ ΗΜΩΝ

προηγούμενο
επόμενο

Facebook Comments