Παρακλητικός Κανών στο Όσιο Παΐσιο τον Αγιορείτη

Ὁ Ἱ­ε­ρεύς

Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

 (Μή ύπάρχοντος ‘Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι’ εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ΄Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ΄ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.

Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μην αποστρέψης το πρόσωπόν σου απ΄ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι πρός σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Θεός Κύριος και επέφανεν ημίν,ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου

Τω Αγίω του Χριστού Παϊσίω, τω δοξασθέντι δωρεαίς ουρανίους, προσπέσωμεν εκ βάθους ψυχής, Άγιε Παϊσιε, Ορθοδόξων Προστάτα, πάσης ημάς λύτρωσε συμφοράς και ανάγκης και πειρασμών και νόσων χαλεπών, τους καταφεύγοντας Πάτερ, τη σκέπη σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Ως ειληφώς παρά Θεού εξουσίαν του θεραπεύειν τας δεινάς καχεξίας Πάτερ, ίασαι δεόμεθα τους δεινώς θλιβομένους, νόσοις και παθήμασι και πκραίς αλγηδόσι και εν ειρήνη φύλαττε ημάς, ταις σαις πρεσβείες Πάτερ Όσιε.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.Θεοτοκίον

Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο
εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου· σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ὁ Ἀ­να­γνώ­στης (χύμα). Ψαλμὸς Ν΄ (50)

Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι, πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλωσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, αναβοών ως μεσίτη προς τον Θεόν· ειρήνευσον, πάτερ, την ζωήν μου και την κατ΄άμφω υγείαν μοι δώρησαι.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Οσίως ανύσας σου την ζωήν, αεί αγιάζεις και λυτρούσαι παντός κακού Παϊσιε Πάτερ Θεοφόρε τους προσιόντας τη σκέπη σου.

Θεοτοκίον.

Παναγούδας τον αθλητήν και την Θεοτόκον ανυμνήσωμεν εν ωδαίς, πρεσβεύειν αιτούντες προς Σωτήρακαι βοηθείν εν κινδύνοις και θλιψεσει.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Αγαλλόμενοι πάντες, ως εν χορώ, κράζομεν σου τους άθλους, πάτερ, αινούντεςκαι τους αγώνας σου κατά του άρχοντος των ακαθάρτων πνευμάτων, ου μανίας, όσιε, σώζε υμνούντας σε.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Απορρήτων τον μύστην, θαυματουργόν όσιον, πάσης Ελλάδος τον προστάτην πάντες δοξάσωμεν, ύμνοις εξαίροντες, των χαρισμάτων το πλήθος, διʼ ων ο Παράκλητος τούτον εκόσμησε.

Θεοτοκίον

Φυλακτήριον πάντων εκ των δεινών θλίψεων συ υπάρχεις μόνη, Παρθένε, φρούρει υμνούντας σε εν τω ελέει σου, πρεσβείαις του Παϊσίου, πανελλήνων Γέροντος, παντελεήμονος.

Διάσωσον από κινδύνων τους δούλους σου, θείε Πάτερ, τους την σην εν δεινοίς αιτούντας βοήθειαν και δίωξον άγχος και ακηδίαν.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Φυλάξαι ημάς δεόμεθα εκ θλίψεων, τηρήσαι πιστούς τη πίστει του Χριστού ημών, Παϊσιε όσιε, του Άθω το νέον βλάστημα, της Εκκλησίας καύχημα σεπτόν και πάντων οσίων εγκαλλώπισμα.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Πληγείς τη κακία του δυσμενούς, τη ση αντιλήψει καταφεύγω αναβοών: Ειρήνευσον Πάτερ την ζωή μου και την κατ΄άμφω υγείαν μοι δώρησαι.

Ω καινά και θαυμάσια τα τη χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ύμνους πλέξω σοι; Δειλιώ, ω πάτερ, και εξίσταμαι.

Θεοτοκίον.

Παναγία μου Δέσποινα, των αγγέλων θαύμα το ακατάληπτον,
υμνωδείν σε καταξίωσον του Σωτήρος πάντων την γεννήτριαν.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Όλων ο πατήρ και προστάτης όντως γέγονας θλιβομένων εν ζωή η χαρμονή, ως παρέχων πάσι θείαν προστασίαν σου.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Ρώσιν εν δεινοίς σε, Παϊσιε, κεκτήμεθα, σοι προσφεύγοντες θερμαίς εν προσευχαίς, ως μεσίτην προς Θεόν τον πανοικτίρμονα.

Φύλαξον ημάς τους τιμώντας σε, Παϊσιε, χορηγών της μαρτυρίας του Χριστού την προαίρεσιν και ζέσιν θείας πίστεως.

Θεοτοκίον.

Ύμνον σοι, Αγνή, ευφροσύνως αναμέλπομεν, των αγγέλων ούσαν όντως γλυκασμόν, και πικρίαν Εύας λύσασαν τω τόκω σου.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Ρωννύμεθα ταις ευχαίς σου, όσιε, και ψυχήν προς ουρανούς ανυψούμεν, υπομονήν και ανδρείαν πλουτούντες εν πειρασμοίς και δειναίς επιθέσεσι, Παϊσιε, πάτερ ημών· όθεν πάντες κοινή ανυμνούμεν σε.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Θαυμάτων δυνάμεις ως ενεργών, θεράπευσον Πάτερ ασθενείας οδυνηράς των την ση βοήθειαν ζητούντων θαυματουργέ Παϊσιε.

Θεοτοκίον

Υμνούντες σε, Θεοτόκε Άχραντε, τας ψυχάς προς ουρανούς ανυψούμεν, τη του Υιού σου αγάπη θαρρούντες και μητρικαίς σου πρεσβείαις ελπίζοντες, δεόμενοι επιτυχείν παραδείσου τερπνού απολαύσεως.

Διάσωσον από κινδύνων, Παϊσιε, σους ικέτας και παράσχου τη ση μονή βοήθειαν, όσιε, ως έχων προς Κύριον παρρησίαν.

Άχραντε η διά λόγου τον Λόγον ανερμηνεύτως επʼ εσχάτως των ημερών τεκούσα, δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.

«Προστασία των χριστιανών».

Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.

Τοις αγίοις αυτού τοις εν τη γη εθαυμάστωσεν ο Κύριος.

Ὁ Ἱ­ε­ρεύς

Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, Κύ­ριον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Ό Χορός.

Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν

Ὁ Ἱ­ε­ρεύς

Σο­φί­α. Ὀρ­θοί, ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου. Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός·

Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ Ἱ­ε­ρεύς·

Ἐκ τοῦ κα­τὰ Λουκάν ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, τὸ Ἀ­νά­γνω­σμα. Πρό­σχω­μεν.

Ὁ χο­ρός·

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ἐκ τoυ κατά Λoυκάν. Κέφ

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς. προσέχετε από των ανθρώπων. επιβαλούσι γαρ εφ’ υμάς τας χείρας αυτών και διώξουσι, παραδιδόντες εις συναγωγάς και φυλακάς, αγομένους επί βασιλείς και ηγεμόνας ένεκεν του ονόματός μου. Αποβήσεται δε υμίν εις μαρτύριον. Θέσθε ούν εις τας καρδίας υμών μη προμελετάν απολογηθήναι. Εγώ γαρ δώσω ημίν στόμα και σοφίαν, η ου δυνήσονται αντειπείν ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπό γονέων και συγγενών και φίλων και αδελφών, και θανατώσουσι εξ υμών, και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου. Και θριξ εκ της κεφαλής υμών ου μη απόληται. εν τη υπομονή υμών κτήσασθε τας ψυχάς υμών.

Δόξα Πατρί και Υιό και Αγίω Πνεύματι

Ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Ελεήμον, ελέησόν με ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.

Άθωνος μύστην, μοναχών το σέμνωμα, ιερέων πάντιμον εγκαλλώπισμα, ιατρόν άριστον, ορφανών πατέρα, των πιπτόντων σε ανόρθωσιν έγνωμεν, όσιε, και των δαιμονώντων την λύτρωσιν· γαλήνης ημίν πρόξενον και χαράς μεγάλης τον αίτιον.Όθεν σοι βοώμεν· μη παύση επισκέπτεσθαι ημάς, ιάσθαι, πάτερ Παϊσιε, και φυλάττειν δούλους σου.

Ὁ Ἱ­ε­ρεύς·

Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστια­νῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoί­νης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνά­μει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκε­σίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) οὗ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.

Ό Χορός.

 «Κύριε, ἐλέησoν» (12άκις)


Ὁ Ἱ­ε­ρεύς

᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μo­νoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παν­αγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Ό Χορός

᾿Αμήν.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Εν απλότητι όλην την ζωήν σου διήλθες και υπηρέτησας Θεώ τε και ανθρώποις, νυκτός τε και ημέρα προσευχόμενος, όσιε, και φέρων πόνους ημών, Παϊσιε, παμμάκαρ.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Πατρικήν σου πρεσβείαν, εκζητούμεν, τρισμάκαρ, προς τον Θεόν ημών, ίνα διασωθώμεν κινδύνων και μανίας πονηρού πολεμήτορος, θαρρούντες, πάτερ, τη ση μεγάλη ευσπλαγχνία.

Ηγαπήθης υφ` όλων, ως αγάπην πηγάζων και πλημμυρών ημάς, πληγάς τε θεραπεύων, δαιμόνια εκβάλλων και εκ πόνων λυτρούμενος, παρέχων χάριν δει αεί τοις αιτουμένοις πάσι.

Θεοτοκίον

Ευγνωμόνως υμνούμεν Σε, Παρθένε και μήτερ Θεοχαρίτωτε, ως τέξασαν τω κόσμω Σωτήρα απειράνδρως και Θεόν Πανοικτίρμονα, προς όν πρεσβεύεις αεί σωθήναι τους ανθρώπους.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Υπέρ υγείας και σωτηρίας του κόσμου τας ευχάς σου Χριστώ συ προσάγεις, όθεν σε υμνούμεν, Παϊσιε, τρισμάκαρ.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Αμαρτιών μου Συ την πληθύν άφες, Σώτερ, Παϊσίου θερμαίς ικεσίαις, και εν μετανοία τον βίον μου παράσχου.

Γαλήνην δίδου τρικυμιζούση καρδία, των δεινών τας οδύνας πραΰνων χάριτί σου, πάτερ, καμνόντων ευγεργέτα.
Θεοτοκίον

Γέγονας μήτηρ εν παρθενία τελούσα,τον Θεόν και Σωτήρα τεκούσα, ον εκδυσωπούσα, κινδύνων σώζεις πάντας.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Νοσημάτων παντοίων και χαλεπών θλίψεων και επηρειών ολεθρίων και επιθέσεων του αρχεκάκου εχθρού, ως συμπαθής, ασθενείς διέσωζε τους σε γεραίροντας.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Εν οδύναις και πόνοις και φοβεραίς μάστιξι Πάτερ. Τη ζωή μου ανύων, προς σε κατέφυγον, μην ουν παρίδης με, αλλά τη ση επισκέψει, εκ των συνεχόντων με δεινών απάλλαξον.

Θεοτοκίον.

Υμνούμεν σε Παρθένε, Κεχαριτωμένη, ως την ελπίδα τω κόσμω δωρήσασαν, τεκούσα πάσι Σωτήρα Θεόν και άνθρωπον.

Καὶ εὐθὺς

῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θε­o­τόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν χε­ρoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.

Μεγαλυνάρια

Χαίροις των οσίων η καλλονή και των ασκουμένων οδηγός και υπογραμμός. Χαίροις μοναχών το στέφος και η δόξα, Παϊσιε τρισμάκαρ, Άθωνος καύχημα.

Ρυσθήναι πειρατηρίων παντοίων και σκανδάλων του εχθρού ολεθρίων και αναγκών και στενώσεων πλείστων, τον Παντικτοίρμωνα Λόγον ικέτευε, Παίσιε θαυματουργέ, τους προστρέχοντας πίστει τη σκέπη σου.

Tης Αποκαλύψεως θεωρός, της προς Ιωάννην, εν τη Πάτμω συ γεγονώς, ώφθης μύστης μέγας των θείων μυστηρίων, τα Χερουβίμ εγγίσας τη ταπεινώσει σου.

Ναυαγών του βίου ώφθης λιμή και των θλιβομένων η παράκλησις η θερμή, των απολωλότων ποιμήν της Εκκλησίας, και κρήνην ιαμάτων της θείας χάριτος.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.

Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέ­λημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρ­τoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει­ρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.

Ὁ Ἱ­ε­ρεύς·

῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Απολυτίκιον.

Καππαδοκίας τον γόνον, και Αγίου Όρους τον έφορον, τον εσχάτοις χρόνοις φανέντα αρέτης, φίλον γνήσιον, Παϊσιον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού, αναβλύζει γαρ ιάσεις παντοδαπάς τοις ευλαβώς κραυγάζουσι, δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια Σου πάσιν ιάματα.

Πάσι τοις τιμώσιν ευλαβώς την σεπτήν σου μνήμην, τρισμάκαρ, και δεομένοις πιστώς δώρησαι την ίασιν παθών, Παϊσιε· και κινδύνων και θλίψεων και ζάλης του κόσμου λύτρωσαι πρεσβείαις σου τους σοι προστρέχοντας· έχεις γαρ πολλήν παρρησίαν, ως Χριστού θεράπων και φίλος, μεσιτεύειν, όσιε, προς Κύριον.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Αστήρ φαεινός εδείχθεις τοις μονάζουσιν. Ως φέγγος νυκτί αυγάζεις εν τοις πέρασιν. Ούτω Πάτερ ελάμψας καθάπερ ήλιος, δια τούτο Παϊσιε μην παύσεις πρεσβεύων υπέρ πάντων ημών.

Ὁ Ἱ­ε­ρεύς·

Δι΄ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν,

Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.

Ὁ λα­ός·Ἀ­μήν.

Πηγή : http://agios-nektarios.net/didaxes/paraklitikos-kanon-sto-osio-pesio/

προηγούμενο
επόμενο

Facebook Comments