Κανών Παρακλητικός εις τον Όσιον και Θεοφόρον πατερά ημών Αντώνιον τον Μέγα

17-1

Ὁ Ἱ­ε­ρεύς

Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

(Μή ύπάρχοντος “Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι” εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

Ψαλμὸς ΡΜΒ΄ (142)

Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσά­κoυ­σόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐτα­πείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐτα­ρά­χθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­σι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμε­λέ­των. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκ­κoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζή­σεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξo­λo­θρεύ­σεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ (τετράκις)

 

 Ήχος ο αυτός. Ο Υψωθείς εν τω Σταυρώ…

 

Τόν ἀρχηγόν τῶν Μοναστῶν καί ἀλείπτην, καί καρτερόψυχον ἐρήμου Πρωτάρχην, ἀνευφημοῦντες κράξωμεν αὐτῶ οἱ πιστοί. Ἅγιε Ἀντώνιε, ταῖς πρεσβείαις σου πάσαις, λύπης διασκέδασον σκοτεινότατον νέφος, καί τάς ἰάσεις δίδου συμπαθῶς, τοῖς ἀσθενούσι καί πόθω σέ μέλπουσι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐ­στασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐ­λευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύ­λoυς σῴζεις ἀεὶ ἐκ παντoίων δει­νῶν.

Ὁ Ἀ­να­γνώ­στης  (χύμα). Ψαλμὸς Ν΄ (50)

 

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λει­ψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁ­μαρ­τία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρ­τίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυ­νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀ­γαλ­λιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρ­τιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω­τη­ρί­ας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δι­και­o­σύ­νην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλo­καυ­τώ­ματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξ­oυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σι­ών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μό­σχoυς.

῾Ο κανών. ᾿ῼδὴ α΄. ῏Ηχoς πλ. δ΄. ῾Ο εἱρμός.

 «῾Αρματηλάτην Φαραὼ ἐβύθισε, τερατoυργoῦ­σά πoτε, μωσαϊκὴ ῥάβδoς, σταυρoτύπως πλήξα­σα καὶ δι­ελoῦσα θάλασσαν· ᾿Ισραὴλ δὲ φυγάδα πε­ζὸν ὁ­δίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλπoντα».

Τρoπάρια

Ἀθανασίας καί ζωῆς λαβόμενος τῆς αἰωνίου σαφῶς, καί τρισυποστάτου αἴγλης ἐμφορούμενος, τῷ φωτισμῶ τῆς χάριτος, τήν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, Πάτερ τῶν Πατέρων Ἀντώνιε.

Νέος ὑπάρχων ἡλικία σώματος, καινήν ὁδόν ἀρετῆς, περιπατῶν Πάτερ, ἀκινδύνως ἔφθασας, εἰς οὐρανούς, Ἀντώνιε, τῷ Σωτήρι πρεσβεύων, ὑπέρ τῶν πίστει τήν Μνήμην σου, καί πόθω τελούντων πανόλβιε.

Τρισυποστάτω λαμπηδόνι, Πανσεμνέ, ἀεί λαμπόμενος, τό δυσμενές ἅπαν, τῶν δαιμόνων φρύαγμα, καί τῶν ἐχθρῶν τήν ἔπαρσιν, καί τάς νόσων ἑφόδους, ἐκ τῶν σῶν δούλων ἀπέλασον, θείαις σου πρεσβείαις, Ἀντώνιε.

Θεοτοκίον

Ὡς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρός τόν σόν Τόκον Ἁγνή, Μονογενῆ Λόγον, τοῦ Πατρός ὑπάρχοντα, καί συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μή παύση, νόσων δεινῶν τέ καί θλίψεων, σῶσαι τους πιστῶς σέ δοξάζοντας.

Ὠδή γ`.῾Ο εἱρμός.

 

«Ὁ στερεώσας κατ” ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε Φιλάνθρωπε».

 

Τρoπάρια

Νενευρωμένω λογισμῶ καί σταθερά διανοία τῶν παθῶν καταμαράναςμ τήν φλόγα, Οὐρανούς περιπολεῖς, ἀοίδιμε Ἀντώνιε, ὑπέρ ἠμῶν πρεσβεύων, τῶν μετά πόθου ὑμνούντων σέ.

Ἰσχυροτάτας προσβολᾶς δαιμόνων θρασυνομένων, καί θηρίων τάς ὁρμᾶς μιμουμένων, ὡς κατήσχυνας Σοφέ, καμέ δή ἐνδυνάμωσον, καταφρονῆσαι οὕτω, δόλους αὐτῶν καί τεχνάσματα.

Ὁ Μοναζόντων ἀρχηγός, τοῦ σκότους τῆς ἐξουσίας, ἐγκρατεία θριαμβεύσας συντόνω, νικητής ὡς ἀληθῶς Ἀντώνιος ἐγένετο, ὑπέρ τῶν Ὀρθοδόξων, Θεῶ πρεσβεύων ἀείποτε.

Θεοτοκίον

Νενεκρωμένον μου τόν νοῦν, τῆς ζωῆς ἐνεργεία, τῆς ἔκ σού φανερωθείσης ἐν Κόσμω, ἑξανάστησον, Ἁγνή, καί πρός ζωήν ὁδήγησον. Σύ γάρ τή τοῦ Υἱοῦ σου ἰσχύϊ Ἅδην κατέλυσας.

Ὠδή δ`.῾Ο εἱρμός.

«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτη, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Τρoπάρια

Τῶν ἀρετῶν, κλίμακι θεία χρησάμενος, σύ ἀνῆλθες, Πάτερ, εἰς Οὐράνια, καί τόν Θεόν εἶδες καθαρῶς. Ὄν νῦν ἐκδυσώπει ὑπέρ σῶν δούλων, Ἀντώνιε, τυχεῖν τῆς σωτηρίας, καί ἀφέσεως πάντων, ψυχικῶν μολυσμῶν καί κακώσεων.

Ὅλος Θεῶ, ὑποταγεῖς, ὤ Ἀντώνιε, μόνος μόνω, Πάνσεπτε, ἐνούμενος  δί` ἀρετῆς, καί καθομιλῶν, καί ἀντί γηϊ΄νοῦ ἀξιωθεῖς τήν οὐράνιον, ἀπόλαυσιν ἀξίως, τοῖς πιστῶς σέ ὑμνούσι, εἰς σωτηρίαν βραβεύεις,θείαις πρεσβείαις σου.

Νοῦν καί ψυχήν, μεμολυσμένος, ὤ Ὅσιε, τήν ἀπάτην ἔχων κυριεύουσαν, τούς λογισμούς μου ὁ δυστυχής, καί τάς φαντασίας τῶν δυσμενῶν ἐχθρῶν πάντοτε, πρός σέ νῦν καταφεύγω, τόν θερμόν μου προστάτην, ἐλπίζων ταῖς εὐχαίς σου, τυχεῖν τῆς σωτηρίας.

Θεοτοκίον

Θεόν ἔκ σού, τόν σαρκωθέντα δυσώπησον,τόν ἀτρέπτως, ὁ ἤν διαμείναντα, καί φυσικῶς αὐτῶ τῷ Πατρί, καί σοί τή Τεκούση, γενόμενον ὁμοούσιον, ψυχῶν τήν σωτηρίαν, καί σωμάτων ὑγείαν, ἠμίν τοῖς σέ ὑμνούσι Παρθένε, δωρήσασθαι.

Ὠδή ἔ`.῾Ο εἱρμός.

«Ἴνα τὶ με ἀπώσω, ἀπο τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ” ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

 

Τρoπάρια

Ἐνοικούντας σοί ἔχων, πάντας τούς Μονάσαντας, ἀΰλους Νόας τέ, και ἀπολαμβάνων τήν Οὐράνιον δόξαν, Ἀντώνιε, μέμνησο τῶν πίστει, και πόθω σέ ὑμνολογούντων, καί τῆς δόξης ἐκείνης ἀξίωσον.

Ἰαμάτων τήν χάριν, κατ` ἀσθενειῶν ἀνιάτων ὡς ἔλαβες, καί κατά δαιμόνων ἐκ Θεοῦ ἐξουσίαν, Ἀντώνιε, οὕτως ἐκ σῶν δούλων, δαιμόνων δόλους καί ἑφόδους, τάς τῶν νόσων, ὤ Πάτερ ἑξάλειψον.

Ἱλασμόν μοί παρασχου, τῶν ἀτοπημάτων λιταίς σου Ἀντώνιε, και ἐλέησον μέ καί τά ἕλκη ψυχῆς μου θεράπευσον, καί ἀπεγνωσμένον ὄντα ἐκλύτρωσαι μέ τάχει, ἀρετῶν τ` ἐνδιαίτημα ποίησον.

Θεοτοκίον

Οἱ σέ σκέπην πλουτοῦντες, καί τή σή πρεσβεία ἀεί ἐγκαυχώμενοι, ἀεννάως Κόρη, σέ ὑμνοῦμεν, καί πόθω γεραίρομεν. Σύ γάρ εἰ, Παρθένε, μόνη ἐλπίς τῶν Ὀρθοδόξων, τεῖχος, δόξα, τιμή τέ καί καύχημα.

                                                         Ὠδή στ`.῾Ο εἱρμός.

«Άβυσσος αμαρτιών, καί πταισμάτων καταιγίς με ταράττει, καί πρός βυθόν βιαίως, συνωθεί απογνώσεως, αλλά σύ τήν κραταιαν, χείρά μοι έκτεινον, ως τώ Πέτρω, ώ κυβερνήτα καί διάσωσον».

 

Τρoπάρια

Νόμιμον ἀσκητικῶς πολιτείαν ἁπαλῶν ἐξ ὀνύχων, ἀναλαβῶν, ὤ Πάτερ,δόξης θείας ἠξίωσαι, καί ὡς θεῖος ἀριστεύς στέφος ἀπείληφας τό της νίκης, ὑπέρ ἠμῶν ἀεί δεόμενος.

Ἔχοντες πρός τόν Θεόν ἰσχυρόν σέ πρεσβευτήν, ὤ θεοφρον, καί τῶν κινδύνων ρύστην καί προστάτην καί πρόμαχον, καταφεύγοντες εἰς σε πάντων λυτρούμεθα ἀδοκήτων, νόσων παντοίων καί κακώσεων.

Ὕψιστος ἐπί τῆς γής σύ γενόμενος ἐν θαύμασι θείοις, τά πονηρά του σκότους φυγαδεύεις νῦν πνεύματα, καί καθαίρεις τάς πολλᾶς ἠμῶν, Ἀντώνιε, ἀσθενείας, καί μολυσμούς ψυχῆς καί σώματος.

Θεοτοκίον

Ὕψωσας παναληθῶς τήν πεσοῦσαν τῶν ἀνθρώπων οὐσίαν, ὤ Παναγία Κόρη, τόν Θεόν γαλουχήσασα. Τοῦτον οὔν ὑπέρ ἠμῶν, τυχεῖν ἀφέσεως ἐγκλημάτων, διηνεκῶς δυσώπει, Παναγνέ.

Ἀντώνιε, τῶν μοναζόντων ἔξαρχος τέ καί κλέος, ἐν ταῖς ἀπαύστοις εὐχαίς σου μνημόνευε, ἠμῶν τῶν πίστει σέ ἀνυμνούντων.

Θεοτοκίον

Ἄχραντε, ἡ διά λόγου τόν λόγον ἀνερμηνεύτως, ἐπ` ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αίτησις. ἦχος β”. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

Είτα το Κοντάκιον. Ήχος Β`.

Φωτί τῷ ἀπροσίτω καταλαμπόμενος, ὡς ἀστήρ ἐξέλαμψας ἐν τη ἐρήμω, Πανεύφημε. Διό καί τούς βιωτικούς θορύβους καταλιπῶν, και τόν Σταυρόν ἐπ` ὤμων ἀράμενος, καταφωτίζεις διδαχαίς σου, Ἀντώνιε, τούς εὐσεβῶς σοί προσπελάζοντες.

 

Ήχος δ`.

Τίμιος εναντίον Κυρίου ο θάνατος του οσίου αυτού.

Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίω περί πάντων ὧν ἀνταπέδωκεν ἠμίν;

Τίμιος εναντίον Κυρίου ο θάνατος του οσίου αυτού.

Ὁ Ἱ­ε­ρεύς

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Ό Χορός.

Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν

Ὁ Ἱ­ε­ρεύς

Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.

Ό Χορός

Και τω Πνεύματί σου.

Ὁ Ἱ­ε­ρεύς

Εκ τού κατά Λουκάν αγίου Ευαγγελίου το ανάγνωσμα. Πρόσχωμεν.

Ό Χορός.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱ­ε­ρεύς

Ἐκ τοῦ κατά Λουκᾶν (στ`. 17-23)

Τῷ καιρῶ ἐκείνω ἔστη ὁ Ἰησοῦς ἐπί τόπου πεδινοῦ. Καί ὄχλος μαθητῶν αὐτοῦ καί πλῆθος πολύ του λαοῦ ἀπό πάσης της Ἰουδαίας, και Ἱερουσαλήμ, καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι αὐτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ` αὐτοῦ ἐξήρχετο καί ἰάτο πάντας. Και αὐτός ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς Μαθητᾶς αὐτοῦ ἔλεγε. Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοι ἐστέ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς, καί ὀνειδίσωσι, καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τή ἡμέρα και σκιρτήσατε. Ἰδού γάρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῶ.

Ὅ Χορός.

Δόξα σοί, Κύριε δόξα σοί

ἦχος β΄.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Ταῖς τού σου ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν

ἐμῶν ἐγκλημάτων.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεήμoν, ἑξάλειψoν τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχoς.  Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεος σoυ, καί κατά τό πλήθoς τῶν oικτιρμῶν σoυ ἑξάλειψoν τό ἀνόμημα μoυ.

Ἦχος πλ. β`. Ὅλην ἀποθέμενοι.

Μή παύση δεόμενος τοῦ Λυτρωτοῦ καί Δεσπότου, Ἀντώνιε Ὅσιε, τοῖς τήν θείαν Μνήμην σου ἐορτάζουσι, πάσι δωρήσασθαι ἄφεσιν πταισμάτων, αἰωνίαν ἀπολύτρωσιν, τῶν χαρισμάτων τέ, τῶν πνευματικῶν τήν μετάδοσιν, παθῶν τέ τήν καταφλεξιν, τῶν φρυγόντων νῦν τήν καρδίαν ἠμῶν, ψυχῶν σωτηρίαν, καί θείαν προστασίαν, Ἀγαθέ, ἴνα ὑμνῶμεν γηθόμενοι τήν θείαν σου κοίμησιν.

Ὁ Ἱ­ε­ρεύς

Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστια­νῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoί­νης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνά­μει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκε­σίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης·, του Αγίου Αντωνίου του Μεγάλου (τoῦ ἁγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.

Ό Χορός.

 «Κύριε, ἐλέησoν» (12άκις)

 

Ὁ Ἱ­ε­ρεύς

᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μo­νoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παν­αγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Ό Χορός.

᾿Α­μήν.

Ωδή ζ`. ῾Ο εἱρμός.

«Οἱ ἐκ τῆς Ιoυδαίας καταντήσαντες Παῖδες ἐν Βαβυλώνι πoτέ, τή πίστει τῆς Τριάδoς, τήν φλόγα τῆς καμίνoυ κατεπάτησαν ψάλλoντες, Ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλoγητός εἰ».

Φοῖνιξ ὡς πέρ ἐν οἴκω δίκαιος Κυρίου, ὤ Πάτερ, ἐξήνθησας, καρπούς δικαιοσύνης, ἐξ ὧν οἱ σέ ὑμνοῦντες διατρέφονται ψάλλοντες. Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Φωτεινῆς ἐπιπνοίας ἐμφορούμενος, Πάτερ, τοῦ θείου Πνεύματος, τά πνεύματα διώκεις, τάς νόσους θεραπεύεις, τῶν θερμῶς προσιόντων σοί, καί προσκυνούντων πιστῶς τήν θείαν σου εἰκόνα.

Ἤλθοσαν τῶν ἀτόπων πράξεών μου ὕδατα, ἕως Ἀντώνιε, ψυχῆς μου τῆς ἀθλίας, ἰλύϊ κρατουμένης, τῶν παθῶν καί τῶν θλίψεων, μή ὑπερίδης τόν σόν δοῦλον, ἀλλ` οἴκτειρον μέ.

Θεοτοκίον.

Μαριάμ Θεοτόκε, τόν πρό πάντων αἰώνων ἐκυοφόρησας, ἠμίν ὁμοιωθέντα, δί` ἄκραν εὐσπλαχνίαν, ἴνα σώση τούς ψάλλοντας. Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Ὠδή Η`.  Ὁ εἱρμός.

«Τόν Βασιλέα τῶν oυρανῶν, ὄν ὑμνoύσι, στρατιαί τῶν Ἀγγέλων ὑμνεῖτε καί ὑπερυψoύτε εἰς πάντας τoυς αἰώνας».

Τρoπάρια

Ἐν τοῖς ὑψίστοις μετά Ἀγγέλων χορεύων, Παμμακάριστε Ἀντώνιε πάντας, τούς σέ ἀνυμνοῦντας, διάσωζε εὐχαίς σου.

Ἰκετηρίους διηνεκῶς ὑμνωδίας πρός τόν Κτίστην προσάγων, ὤ Πάτερ, μέμνησο τῶν πίστει σέ ἀνυμνολογούντων.

Ναμάτων θείων τῆς εὐποιϊας, ὤ Πάτερ, ἑξαπόστειλον ἠμίν τοῖς σοῖς δούλοις, καί δεινῶν παντοίων ἁπάλλαξον εὐχαίς σου.

Θεοτοκίον.

Θεογεννῆτορ τῆς ψυχῆς μου τά πάθη, καί τά τραύματα θεράπευσον ἐν τάχει, καί τῆς ἁμαρτίας οὐλᾶς ἑξάλειψόν μου.

Ὠδή θ`.  Ὁ εἱρμός.

«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε ἁγνή, σύν ἀσωμάτων χoρείαις σέ μεγαλύνoντες».

Τρoπάρια

Ἐνθέως ἐκτελοῦντες, τήν θείαν σου Μνήμην, Πάτερ Πατέρων Ἀντώνιε  Ὅσιε, χαρᾶς ἀπείρου καί δόξης ὅλως πληρούμεθα.

Μή παύση ἱκετεύων τόν Θεόν τῶν ὅλων, Σεβασμιώτατε Πάτερ Ἀντώνιε, λύσιν πταισμάτων δωρήσασθαι ταῖς ψυχαῖς ἠμῶν.

Ἰάσεως τῶν νόσων, τεύξονται οἱ πόθω, τή σή Εἰκόνι Πανόσιε τρέχοντες, καί μετά πόθου καί πίστεως ἀνυμνοῦντες σέ.

Θεοτοκίον.

Σύ εἰ Παρθενομῆτορ, ἰσχύς τῆς ψυχῆς μου, καί τοῦ νοός μου ἐλπίς ἀκαταίσχυντος, φῶς καί ζωή καί παράκλησις τῆς καρδίας μου.

Καί εὐθύς ψάλλομεν τό

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, την Ἀειμακάριστον, καί Παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.

Την Τιμιωτέραν τῶν Χερουβείμ, καί Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Ὁ Ἱερεύς θυμιά τό Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καί τόν Λαόν, ἤ τόν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καί ἠμεῖς ψάλλομεν τά παρόντα μεγαλυνάρια.

Τόν τῶν Μοναζόντων ὑπογραμμόν, καί τόν τῆς ἐρήμου πολιοῦχον και οἰκιστήν, στήλην σωφροσύνης καί ὁσίων τό κλέος, Ἀντώνιον τόν Μέγαν ἀνευφημήσωμεν.

Ἔχων παρρησίαν πρός τόν Θεόν, τῶν σοί προσιόντων τά αἰτήματα συμπαθῶς, τά πρός σωτηρίαν δίδου ταῖς σαῖς πρεσβείαις, Ἀντώνιε Ὁσίων τό ἐγκαλώπισμα.

Πρεσβείας προσάγαγε τῷ Θεῶ, Ἀντώνιε Πάτερ, ὑπέρ πάντων τῶν εὐσεβῶν, τῶν πίστει τελούντων τήν θεία ν Κοίμησίν σου, καί σῶσον ἐκ κινδύνων καί πάσης θλίψεως.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

 

῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.

Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέ­λημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρ­τoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει­ρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.

 

Ὁ Ἱ­ε­ρεύς·

῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Είτα το Τροπάριον. Ήχος δ`.

Τόν ζηλωτήν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστή εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καί την οἰκουμένην ἐστήριξας εὐχαίς σου. Διό πρέσβευε, Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

 

Αίτησις. ἦχος β”. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

 

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

Εν τη απολύσει, και τη προσκυνήσει της Αγίας Εικόνος, ψάλλομεν το παρόν

Προσόμοιον. Ήχος Β`. Ότε εκ του ξύλου σε νεκρόν.

Πάντων προστατεύεις, Ἀγαθέ, τῶν σοί προσιόντων ἐν πίστει, και δεομένων σου. Ἔλαβες τήν χάριν γάρ, παρά Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἰάσθαι νοσήματα, ποικίλα καί πάθη, δαιμόνων τέ φρύαγμα, καταφρονεῖν καί θηρῶν. Ὅθεν σου δεόμεθα πάντων, καί ἠμᾶς τους σε ἀνυμνοῦντας, κινδύνων, Ἀντώνιε, ἁπάλλαξον.

Ὁ Ἱ­ε­ρεύς·

Δι΄ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν,

Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.

 

Ὁ λα­ός·

Ἀ­μήν.

 

προηγούμενο
επόμενο

Facebook Comments