Ευχές αναγινωσκόμενες εις πάσαν ασθενείαν, γοητείαν & μαγείαν του Αγίου Παρθενίου

Άγιος Παρθένιος

Τού Κυρίου δεηθώμεν

Θεοφόρε Ιεράρχα του Χριστού, Άγιε Παρθένιε, ο της Λαμψάκου πανθαύμαστος ποιμήν και πάσης της Εκκλησίας λύχνος φαεινότατος˙ ο Αποστολικοίς χαρίσμασι θαυμαστωθείς, και πλείστους ευεργετήσας διά της εν σοι του Παρακλήτου χάριτος και δυνάμεως˙ ο νοσούντας θεραπεύσας, και παραλύτους συσφίγξας, και πάντων των αιτούντων τας αιτήσεις πληρώσας, πρόσδεξαι δεόμεθα, συμπαθέστατε Πάτερ, την παρούσαν ημών δέησιν, και πλήρωσον χαράς και ευφροσύνης τας καρδίας ημών.Ίασαι τον πάσχοντα δούλον σου (όνομα ασθενούς – ασθενών) τον προσελθόντα μετά πίστεως τη χάριτί σου.

Κατάργησον και ανενέργητον ποίησον της αντικειμένης του σκότους δυνάμεως την κατ’ αυτού ολέθριον ενέργειαν. Ανόρθωσον αυτόν από κλίνης οδυνηράς επελθούσης ασθενείας και συνοχής, πάσης μαγείας και γοητείας, και τερατείας, και βασκανίας, και πάσης άλλης κακοτρόπου επιβουλής και μανίας διαλύων τας συστροφάς και καταργών τας επινοίας και επηρείας και μηχανίας, τη αοράτω επισκιάσει της οξείας βοηθείας σου, Πάτερ.

Συ των ακαθάρτων πνευμάτων την ισχύν κατήσχυνας˙ συ το χαλεπώτατον πάθος του καρκίνου εθεράπευσας˙ συ εν σημείοις τε και τέρασι και ποικίλαις δυνάμεσι παρά Θεού εδοξάσθης, δεδοξασμένε και θαυματουργέ Πάτερ˙ συ και νυν επάκουσον της δεήσεως ημών και δος τω πάσχοντι και νοσούντι ικέτη σου την κατ’ άμφω υγείαν, ειρήνην ουρανόθεν και βίον σεμνόν, πορευομένω εν ταίς τρίβοις του Θείου θελήματος, πάσας τας ημέρας της ζωής αυτού˙ ίνα διά σού τυχών του Θείου ελέους, δοξάζη το πανάγιον όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος, της μιάς Θεότητος και βασιλείας εις τους αιώνας.

Αμήν.

Πηγή : http://www.greekpress.gr/%CE%B5%CF%85%CF%87%CE%AE-%CE%B1%CE%BD%CE%B1%CE%B3%CE%B9%CE%BD%CF%89%CF%83%CE%BA%CF%8C%CE%BC%CE%B5%CE%BD%CE%B7-%CE%B5%CE%B9%CF%82-%CF%80%CE%AC%CF%83%CE%B1%CE%BD-%CE%B1%CF%83%CE%B8%CE%B5%CE%BD%CE%B5/

Έτερες ευχές 

ΞΕΚΙΝΑΜΕ ΚΑΝΟΝΤΑΣ ΤΟ ΣΗΜΕΙΟ ΤΟΥ ΣΤΑΥΡΟΥ ΚΑΙ ΛΕΓΟΝΤΑΣ 

ΕΙΣ ΤΟ ΟΝΟΜΑ ΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΟΥ ΥΙΟΥ,ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.ΑΜΗΝ

ΑΓΙΕ ΤΟΥ ΧΡΙΣΤΟΥ ΙΕΡΑΡΧΑ ΘΑΥΜΑΤΟΥΡΓΕ ΠΑΡΘΕΝΙΕ,Ο ΤΗΣ ΛΑΜΨΑΚΟΥ ΙΕΡΟΣ ΠΟΙΜΗΝ ΚΑΙ ΠΡΟΕΔΡΟΣ ΚΑΙ ΠΑΣΗΣ ΕΚΚΛΗΣΙΑΣ ΦΩΣΤΗΡ ΥΠΕΡΛΑΜΠΩΝ Ο ΤΗ ΑΠΟΣΤΟΛΙΚΗ ΣΟΥ ΖΩΗ,ΑΠΟΣΤΟΛΙΚΩΝ ΠΛΗΣΘΕΙΣ ΧΑΡΙΣΜΑΤΩΝ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΗΣ ΖΩΟΠΟΙΟΥ ΕΝΕΡΓΕΙΑΣ ΑΝΑΔΕΙΧΘΕΙΣ ΟΡΓΑΝΟΝ,Ο ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΤΗ ΠΛΟΥΣΙΑ ΔΩΡΕΑ ΚΑΙ ΧΑΡΙΤΙ,ΤΩΝ ΠΟΝΗΡΩΝ ΠΝΕΥΜΑΤΩΝ ΑΠΕΛΑΣΑΣ ΤΑ ΣΤΙΦΗ,ΚΑΙ ΠΟΙΚΙΛΑΣ ΝΟΣΟΥΣ ΚΑΙ ΑΣΘΕΝΕΙΑΣ ΙΑΣΑΜΕΝΟΣ ΣΟΥ ΔΕΟΜΕΘΑ,ΚΑΙ ΣΕ ΠΑΡΑΚΑΛΟΥΜΕΝ ΣΥΜΠΑΘΕΣΤΑΤΕ ΠΑΤΕΡ,ΘΕΡΑΠΕΥΣΟΝ ΚΑΙ ΤΟΝ ΠΑΣΧΟΝΤΑ ΔΟΥΛΟΝ ΣΟΥ(δεινα) ,ΚΑΙ ΑΠΑΛΛΑΞΟΝ ΑΥΤΟΝ ΤΗΣ ΣΥΝΕΧΟΥΣΗΣ ΚΑΙ ΘΛΙΒΟΥΣΗΣ ΑΣΘΕΝΕΙΑΣ ΚΑΙ ΠΑΘΗΣΕΩΣ ΚΑΙ ΝΟΣΟΥ ΔΟΣ ΑΥΤΩ ΤΗΝ ΥΓΕΙΑΝ,ΚΑΙ ΠΛΗΣΟΝ ΑΥΤΟΝ ΤΗΣ ΠΑΤΡΙΚΗΣ ΣΟΥ ΕΥΛΟΓΙΑΣ ΚΑΙ ΧΑΡΙΤΟΣ.ΕΠΑΚΟΥΣΟΝ ΗΜΩΝ ΤΗΣ ΔΕΗΣΕΩΣ ΚΑΙ ΒΛΕΨΟΝ ΕΝ ΙΛΕΩ ΟΜΜΑΤΙ ΕΠΙ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ ΤΟΥΤΟΝ,ΤΟΝ ΑΙΤΟΥΝΤΑ ΔΙΑ ΣΟΥ ΤΟ ΘΕΙΟΝ ΕΛΕΟΣ,ΚΑΙ ΑΠΕΛΑΣΟΝ ΕΞ ΑΥΤΟΥ ΤΟ ΕΠΕΛΘΟΝ ΤΗΣ ΑΣΘΕΝΕΙΑΣ ΝΕΦΟΣ.ΑΝΑΤΙΛΟΝ ΑΥΤΩ ΗΜΕΡΑΝ ΕΥΦΡΟΣΥΝΗΣ ΚΑΙ ΟΜΒΡΗΣΟΝ ΟΥΡΑΝΟΕΝ ΔΡΟΣΟΝ ΑΓΑΛΛΙΑΣΕΩΣ ΣΒΕΝΝΥΟΥΣΑΝ ΤΟΥΣ ΑΝΘΡΑΚΑΣ ΤΗΣ ΑΣΘΕΝΕΙΑΣ ΚΑΙ ΤΩΝ ΠΟΝΩΝ ΚΑΙ ΤΗΣ ΘΛΙΨΕΩΣ ΣΟΙ ΓΑΡ ΠΡΟΣΗΛΘΕΝ ,ΟΣΙΕ ΠΑΤΕΡ ΑΙΤΩΝ ΤΗΝ ΠΟΘΗΤΗΝ ΘΕΡΑΠΕΙΑΝ ΚΑΙ ΙΑΣΙΝ,ΚΑΙ ΔΙΑ ΣΟΥ ΤΗΝ ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ ΑΦΕΣΙΝ,ΠΑΡΑ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ,Ω Η ΔΟΞΑ ΚΑΙ ΤΟ ΚΡΑΤΟΣ ΚΑΙ Η ΠΡΟΣΚΥΝΗΣΙΣ,ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ.ΑΜΗΝ.

ΔΕΥΤΕΡΗ ΕΥΧΗ.

ΤΟΥ ΚΥΡΙΟΥ ΔΕΗΘΩΜΕΝ

ΘΕΟΦΟΡΕ ΙΕΡΑΡΧΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΠΑΡΘΕΝΙΕ,Ο ΤΗΣ ΛΑΜΨΑΚΟΥ ΠΑΝΘΑΥΜΑΣΤΟΣ ΠΟΙΜΗΝ, ΚΑΙ ΠΑΣΗΣ ΕΚΚΛΗΣΙΑΣ ΛΥΧΝΟΣ ΦΑΕΙΝΟΤΑΤΟΣ Ο ΑΠΟΣΤΟΛΙΚΟΙΣ ΧΑΡΙΣΜΑΣΙ ΘΑΥΜΑΣΤΩΘΕΙΣ,ΚΑΙ ΠΛΕΙΣΤΟΥΣ ΕΥΕΡΓΕΤΗΣΑΣ ΔΙΑ ΤΗΣ ΕΝ ΣΟΙ ΤΟΥ ΠΑΡΑΚΛΗΤΟΥ ΧΑΡΙΤΟΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΝΟΣΟΥΝΤΑΣ ΘΕΡΑΠΕΥΣΑΣ ΚΑΙ ΠΑΡΑΛΥΤΟΥΣ ΣΥΣΦΙΓΞΑΣ,ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΤΟΥΝΤΩΝ ΤΑΣ ΑΙΤΗΣΕΙΣ ΠΛΗΡΩΣΑΣ,ΠΡΟΣΔΕΞΑΙ ΔΕΟΜΕΘΑ ΣΥΜΠΑΘΕΣΤΑΤΕ ΠΑΤΕΡ,ΤΗΝ ΠΑΡΟΥΣΑΝ ΗΜΩΝ ΔΕΗΣΙΝ,ΚΑΙ ΠΛΗΡΩΣΟΝ ΧΑΡΑΣ ΚΑΙ ΕΥΦΡΟΣΥΝΗΣ ΤΑΣ ΚΑΡΔΙΑΣ ΗΜΩΝ.ΙΑΣΑΙ ΤΟΝ ΠΑΣΟΝΤΑ ΔΟΥΛΟΝ ΣΟΥ (δεινα),ΤΟΝ ΠΡΟΣΕΛΘΟΝΤΑ ΜΕΤΑ ΠΙΣΤΕΩΣ ΤΗ ΧΑΡΙΤΙ ΣΟΥ,ΚΑΤΑΡΓΗΣΟΝ ΚΑΙ ΑΝΕΝΕΡΓΗΤΟΝ ΠΟΙΗΣΟΝ ΤΗΣ ΑΝΤΙΚΕΙΜΕΝΗΣ ΤΟΥ ΣΚΟΤΟΥΣ ΔΥΝΑΜΕΩΣ ΤΗΝ ΚΑΤ`ΑΥΤΟΥ ΟΛΕΘΡΙΑΝ ΕΝΕΡΓΕΙΑΝ,ΑΝΟΡΘΩΣΟΝ  ΑΥΤΟΝ ΑΠΟ ΚΛΙΝΗΣ ΟΔΥΝΗΡΑΣ ΕΠΕΛΘΟΥΣΗΣ ΑΣΘΕΝΕΙΑΣ ΚΑΙ ΣΥΝΟΧΗΣ,ΠΑΣΗΣ ΜΑΓΕΙΑΣ,ΚΑΙ ΓΟΗΤΕΙΑΣ,ΚΑΙ ΤΕΡΑΤΕΙΑΣ,ΚΑΙ ΒΑΣΚΑΝΙΑΣ,ΚΑΙ ΠΑΣΗΣ ΑΛΛΗΣ ΚΑΚΟΤΡΟΠΟΥ ΕΠΙΒΟΥΛΗΣ ΚΑΙ ΜΑΝΙΑΣ ΔΙΑΛΥΩΝ ΤΑΣ ΣΥΣΤΡΟΦΑΣ  ΚΑΙ ΚΑΤΑΡΓΩΝ ΤΑΣ ΕΠΙΝΟΙΑΣ ΚΑΙ ΕΠΙΡΕΙΑΣ ΚΑΙ ΜΗΧΑΝΙΑΣ ,ΤΗ ΑΟΡΑΤΩ ΕΠΙΣΚΙΑΣΕΙ ΤΗΣ ΟΞΕΙΑΣ ΒΟΗΘΕΙΑΣ ΣΟΥ ΠΑΤΕΡ.ΣΥ ΤΩΝ ΑΚΑΘΑΡΤΩΝ ΠΝΕΥΜΑΤΩΝ ΤΗΝ ΙΣΧΥΝ ΚΑΤΗΣΧΥΝΑΣ ΣΥ ΤΟ ΧΑΛΕΠΩΤΑΤΟΝ ΠΑΘΟΣ ΤΟΥ ΚΑΡΚΙΝΟΥ ΕΘΕΡΑΠΕΥΣΑΣ ΣΥ ΕΝ ΣΗΜΕΙΟΙΣ ΤΕ ΚΑΙ ΤΕΡΑΣΙ ΚΑΙ ΠΟΙΚΙΛΑΣ ΔΥΝΑΜΕΣΙ ΠΑΡΑ ΘΕΟΥ ΕΔΟΞΑΣΘΗΣ,ΔΕΔΟΞΑΣΜΕΝΕ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΕ ΠΑΤΕΡ`ΣΥ ΚΑΙ ΝΥΝ ΕΠΑΚΟΥΣΟΝ ΤΗΣ ΔΕΗΣΕΩΣ ΗΜΩΝ, ΚΑΙ ΔΟΣ ΤΩ ΠΑΣΧΟΝΤΙ ΚΑΙ ΝΟΣΟΥΝΤΙ ΙΚΕΤΗ ΣΟΥ ΤΗΝ ΚΑΤ`ΑΜΦΩ ΥΓΕΙΑΝ,ΕΙΡΗΝΗΝ ΟΥΡΑΝΟΘΕΝ ΚΑΙ ΒΙΟΝ ΣΕΜΝΟΝ,ΠΟΡΕΥΟΜΕΝΩ ΕΝ ΤΟΙΣ ΤΡΙΒΟΙΣ ΤΟΥ ΘΕΙΟΥ ΘΕΛΗΜΑΤΟΣ ,ΠΑΣΑΣ ΤΑΣ ΗΜΕΡΑΣ ΤΗΣ ΖΩΗΣ ΑΥΤΟΥ,ΙΝΑ ΔΙΑ ΣΟΥ ΤΥΧΩΝ ΤΟΥ ΘΕΙΟΥ ΕΛΕΟΥΣ,ΔΟΞΑΖΗ ΤΟ ΠΑΝΑΓΙΟΝ ΟΝΟΜΑ ΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ,ΤΗΣ ΜΙΑΣ ΘΕΟΤΗΤΟΣ ΚΑΙ ΒΑΣΙΛΕΙΑΣ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ.ΑΜΗΝ.

Πηγή: https://xristos727.wordpress.com/2015/12/12/%CE%B5%CF%85%CF%87%CE%B7-%CF%84%CE%BF%CF%85-%CE%B1%CE%B3%CE%B9%CE%BF%CF%85-%CF%80%CE%B1%CF%81%CE%B8%CE%B5%CE%BD%CE%B9%CE%BF%CF%85/

προηγούμενο
επόμενο

Facebook Comments