Εὐχὴ εἰς τὸν Ἄγγελον φύλακα τοῦ ἀνθρώπου

Φύλακας Άγγελος

Ἅ­γι­ε Ἄγ­γε­λε, ὁ ἐ­φε­στὼς τῆς ἀ­θλί­ας μου ψυ­χῆς καὶ τα­λαι­πώ­ρου μου ζω­ῆς, μὴ ἐγ­κα­τα­λί­πῃς με τὸν ἁ­μαρ­τω­λόν, μη­δὲ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ δι­ὰ τὴν ἀ­κρα­σί­αν μου· μὴ δώ­ῃς χώ­ραν τῷ πο­νη­ρῷ δαί­μο­νι κα­τα­κυ­ρι­εῦ­σαί μου τῇ κα­τα­δυ­να­στεί­ᾳ τοῦ θνη­τοῦ τού­του σώ­μα­τος· κρά­τη­σον τῆς ἀ­θλί­ας καὶ πα­ρει­μέ­νης χει­ρός μου, καὶ ὁ­δή­γη­σόν με εἰς ὁ­δὸν σω­τη­ρί­ας. Ναί, ἅ­γι­ε Ἄγ­γε­λε τοῦ Θε­οῦ, ὁ φύ­λαξ καὶ σκε­πα­στὴς τῆς ἀ­θλί­ας μου ψυ­χῆς καὶ τοῦ σώ­μα­τος, πάν­τα μοι συγ­χώ­ρη­σον, ὅ­σα σοι ἔ­θλι­ψα πά­σας τὰς ἡ­μέ­ρας τῆς ζω­ῆς μου, καὶ εἴ τι ἥ­μαρ­τον τὴν σή­με­ρον ἡ­μέ­ραν· σκέ­πα­σόν με ἐν τῇ πα­ρού­σῃ νυ­κτὶ καὶ δι­α­φύ­λα­ξόν με ἀ­πὸ πά­σης ἐ­πη­ρεί­ας τοῦ ἀν­τι­κει­μέ­νου, ἵ­να μὴ ἔν τι­νι ἁ­μαρ­τή­μα­τι πα­ρορ­γί­σω τὸν Θε­όν· καὶ πρέ­σβευ­ε ὑ­πὲρ ἐ­μοῦ πρὸς τὸν Κύ­ρι­ον τοῦ ἐ­πι­στη­ρί­ξαι με ἐν τῷ φό­βῳ αὐ­τοῦ καὶ ἄ­ξι­ον ἀ­να­δεῖ­ξαί με δοῦ­λον τῆς αὐ­τοῦ ἀ­γα­θό­τη­τος. Ἀ­μήν.

προηγούμενο
επόμενο

Facebook Comments