Ακολουθία σε απειλή πολέμου

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΕΠΕΛΕΥΣΙΝ ΒΑΡΒΑΡΩΝ ΚΑΙ ΕΠΙΔΡΟΜΑΣ ΕΘΝΩΝ

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος δ΄: Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ Αὐτοῦ.

Στ.: Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσας, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Πρὸς Ἐφεσίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα: Ἀδελφοί, ὁ Θεὸς πλούσιον ὢν ἐν τῷ ἐλέει, διὰτὴν πολλὴν ἀγάπην…. ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

Ἀλληλούϊα.

Στ.: Κύριος συντρίβων πολέμους…

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, παρῆσάν τινες ἀπαγγέλλοντες τῷ Ἰησοῦ περὶτῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν… Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Κοινωνικόν: Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.

Παράκλησις εἰς τὴν Παναγίαν, ἐπὶ προσδοκία πολέμου.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Τοῖς Σοῖς Ἄχραντε συμμάχησον οἰκέταις. ᾨδὴ Ἰωάννου.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.

Τὸν κραταιὸν ἐν ἰσχύϊ, καὶ δυνατὸν ἐν πολέμοις Κύριον, ἡ γεννήσασα σεμνή, κραταιᾷ χειρί Σου παναλκεῖ συμπολέμησον ἐχθρούς, τοὺς πολεμοῦντας ἡμᾶς.

Ὁ ἐν θάλασσῃ ποντήσας πρὶν Φαραώ, καὶ τὰ τούτου ἅρματα καταστρώσας ἐν βυθῷ, εἰς ἡμῶν βοήθειαν καὶ νῦν διανάστηθι Χριστέ, τῆς Σὲ τεκούσης εὐχαῖς.

Ἰατρικὸν μὲν τὸ τέμνειν, καὶ ὁ καυστὴρ τῆς ὑγείας αἴτιον, ἀλλ’ ἡμᾶς Υἱὲ Θεοῦ ἁπαλοῖς φαρμάκοις οἰκτιρμῶν Σου ἰάτρευσον τῆς Σῆς Μητρὸς δεήσεσι.

Σενναχερὶμ ὥσπερ ἄλλην πανστρατιὰν ἄρδην, ἐξαφάνισον καὶ τὴν νῦν πανστρατιάν, τὴν περικυκλώσασαν ἡμᾶς, τῶν βαρβάρων κραταιᾷ χειρί Σου Δέσποινα.

Σὲ τοῖς ἡμᾶς πολεμοῦσι πικροῖς ἐχθροῖς ἀντικαθοπλίζομεν, καὶ κινοῦμεν κατ’ αὐτῶν πρὸςἀντιπαράταξιν Ἁγνή. Σὺ γὰρ εἶ Χριστιανῶν ὁ Ἀρχιστράτηγος.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος, ὡς Σὺ Κύριε.

Οὗτος ἐν ἅρμασι πολλοῖς, καὶ ἐν πλείοσιν ἵπποις, ἀλλ’ ἡμεῖς ὁ λαός Σου, ἐν ὀνόματι τῷ Σῷἐπικαλούμεθα νῦν, καὶ βοῶμεν· σῶσον ἡμᾶς Δέσποινα.

Ἰσχὺν καὶ σθένος ὁ διδοὺς ἀσθενοῦσι, καὶ κέρας ἀνυψῶν τῶν Σῶν δούλων, τῷ πιστῷ Σου νῦν στρατῷ κατὰ βαρβάρων ἐχθρῶν ἰσχὺν δίδου, διὰ τῆς τεκούσης Σε.

Στρατὸς βαρβάρων ἀθροισθείς, ἐξ ἐθνῶν τῶν ἀθέων πῦρ καὶ βλέπων καὶ πνέων, χαίρων φόνοις καὶ σφαγαῖς, καὶ πόλεμον συγκινεῖ τοῖς Σοῖς δούλοις, Δέσποινα βοήθησον.

Ἄνδρες αἱμάτων ἀπηνεῖς δολιότητος πλήρεις καθ’ ἡμῶν συναχθέντες, εμελέτησαν κενά, φρυάξαντες ψαλμικῶς, Θεοτόκε καθ’ ἡμῶν τῶν δούλων Σου.

Χειρῶν ἐκτάσει Μωϋσῆς σταυροῦ σχῆμα τυπώσας ἐτροπώσατο κόρη Ἀμαλὴχ τὸν δυσμενῆ, Σὺ δε χειρὶ νοερᾷ του λαοῦ Σου, τοὺς ἐχθροὺς κατάβαλε.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ῥομφαίαν ἔκχεον Ἁγνή, καὶ σύγκλεισον πάντων τῶν ἐναντίων τῶν νῦν ἡμᾶς καταπολεμοῦντωνἐχθρῶν, καταπολέμησον ἐχθροὺς τῇ ἰσχύϊ τῆς πρεσβείας Σου.

Αἰσχύνης πλήρωσον ἐχθρῶν τὰ πρόσωπα, καὶ πολλῆς ἀτιμίας καὶ ἐντροπῆς, καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω ψαλμικῶς κενοί, Δέσποινα καὶ ἄπρακτοι.

Νυνὶ γνωσόμεθα ἐν τούτῳ Δέσποινα, ὡς τεθέληκας πάντα τὸν Σὸν λαόν, ταύτης Σου τῆς πόλεως,ὅτι οὐ μὴ ἐπιαρῆ, ἐφ’ ἡμᾶς ἐχθρὸς πολέμιος.

Τὸ θέλειν σύνδρομον ἔχεις τῷ δύνασθαι, ὡς τεκοῦσα τὸν πάντα μόνῳ ψιλῷ νεύματι δυνάμενον, ἄν οὖν θελήσῃς τὴν ἡμῶν σωτηρίαν, σωθησόμεθα.

Ἐν τῇ ἐκστάσει Σου τῆς ἀντιλήψεως, δυναστῶν πολεμίων τὰς δυσμενεῖς κεφαλὰς διάκοψον, σεισθήσονται γὰρ ἐν αὐτοῖς ἐκ τοῦ φόβου τοῦ Σοῦ κράτους Ἁγνή.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου Ἀγαθέ.

Σατράπαι, τύραννοι, βασιλεῖς, ἄρχοντες, χωρῶν βαρβαρικῶν ἐπὶ κακῷ συμφρονήσαντες κατὰταύτης Σου τῆς ποίμνης καθάπερ λέοντες καὶ θῆρες ἀγριόθυμοι ὠρυόμενοι.

Υἱὸν γεννήσασα τοῦ Θεοῦ, τὸν ἐπιστατοῦντα νοερῶς ταῖς οὐρανίαις δυνάμεσιν, Ἄγγελονὑπέρμαχον ἐξαπόστειλον, Παρθένε Θεοτόκε, ἡμῖν βοήθειαν.

Μετὰ δακρύων, καὶ σκυνθρωπά, τὰ καταλάβοντα νῦν ἡμᾶς καὶ θρήνων ἄξια Δέσποινα, ἀλλὰ ΣὺΠαρθένε τάχυνον, οἴκτειρον, καὶ πάλιν τοὺς ἀθέους ἐχθροὺς κατάβαλε.

Μὴ παραδώῃς χερσὶν ἐθνῶν τὴν κληρονομίαν Σου Ἁγνή, μή ποτε εἴπωσι, ποῦ ἐστὶν ἡΘεογεννήτωρ, ᾗ ἐπεποίθεισαν, ἀλλὰ ἄθραυστον τὴν ποίμνην Σου διατήρησον.

Αἱ βασιλεῖαι πασαι τῆς γῆς, γνώτωσαν τὸ κράτος Σου σεμνή, καὶ τὴν ἰσχύν Σου τὴν ἄμαχον, ἔθνη ταραχθήτωσαν καὶ σεισθήτωσαν λαοί, οἱ μὴ εἰδότες τὴν ἐξουσίαν Σου.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Χαλκοῦν τόξον ἔργασον τοῦ λαοῦ Σου, τοὺς πιστοὺς τοὺς ἐκλεκτοὺς βραχίονας, καὶ περίζωσον δύναμιν καὶ ἰσχὺν αὐτούς, ὑπεράμωμε, οὐρανόθεν βραβεύων αὐτοῖς δύναμιν.

Ἡμᾶς τοὺς πιστεύοντας εἰς τὸ ὄνομα σεμνή, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, καὶ προσκυνοῦντας τὸν τόκον Σου τὸν σεπτόν, μὴ δῶς τοῖς ἐχθροῖς ἡμῶν, ἀλλὰ τούτους εἰς τέλος Κόρη σύντριψον.

Στενάζοντες κράζομεν γόνυ κλίνοντες εἰς γῆν, χεῖρας εἰς ὕψος αἴροντες, ἐξημάρτωμεν Δέσποινα εἰς Θεόν, Αὐτὸν ἐξιλέωσαι, καὶ μὴ βάρβαρα ἔθνη παιδευσάτω ἡμᾶς.

Οὐ φέρομεν Δέσποινα καὶ γὰρ εἶπεν ὁ ἐχθρός, διώξας καταλήψομαι, μεριῶ σκύλα, ἐμπλήσω μου τὴν ψυχήν, ἀνελῶ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου, διὸ πρόφθασον.

Ναοὺς τοὺς ἁγίους Σύ, καὶ τεμένη ἱερά, καὶ τὰς σεπτὰς εἰκόνας Σου, τῶν Ἁγίων ἁπάντων τε τὰς μορφάς, σκεύη καὶ κειμήλια οἱ εχθροί Σου Παρθένε ἐξηφάνισαν.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Οὐ πρὸς ἕτερον Θεόν, διεπετάσαμεν τὰς χεῖρας ἡμῶν Δέσποτα, κᾄν ἡμάρτομεν, ἀλλὰ οὐκἀπέστημεν ἐκ Σοῦ, καὶ ἄλλον οὐκ οἴδαμεν πλήν Σου, διὸ ἐλέησον ἡμᾶς, τῆς Θεοτόκου λιταῖς.

Ἴδε ὡς κύνες πολλοὶ περιεκύκλωσαν, ταῦροι πίονες περιέσχον ἡμᾶς, καὶ ἐφάλλονται διασπᾶσαι νῦν θηριωδῶς τοὺς δούλους Σου Δέσποινα Ἁγνή, οὓς ῥάβδῳ θείας Σου ῥοπῆς μακρὰν ἀπέλασον.

Κοσμοσώτειρα βασίλισσα πανύμνητε, τὴν πόλιν ταύτην φύλαττε, βασιλεύοντα βασιλέων τέξασα Χριστόν, ἁλώσεως λύτρωσαι πικρᾶς, αἰχμαλωσίας προνομῆς τῶν ἐχθρῶν.

Ἐμφυλίου μάχης ῥῦσαι παναμώμητε, καὶ ἀπὸ συστροφῆς πονηρᾶς ἡμᾶς, ἀπὸ στάσεως, ταραχῆς,ἐνέδρας, συσκευῆς, λαθραίας ἐχθρῶν ἐπιβουλῆς καὶ προδοσίαν δολερᾶς, ταύτην τὴν πόλιν Σου.

Τεῖχος ἄῤῥηκτον, ἀπόρθητον, ἀκλόνητον, καὶ πύργον ἀπερίτρεπτον, Σὲ κεκτήμεθα ἐν ἐφόδοις καὶἐπιδρομαῖς βαρβάρων ἐθνῶν αἱμοχαρῶν, καὶ Σοὶ προσφεύγοντες Ἁγνὴ διασωζόμεθα.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Αἱμοβόρα θηρία καὶ λύκοι ἅρπαγες τοὺς Σοὺς δούλους, ὡς ποίμνην περιεκύκλωσαν, καὶ τὰ λογικά Σου ἀρνία σπαράττουσι, πρόφθασον Παρθένε Ἁγία Θεοτόκε.

Ἰδιόῤῥυθμον ἔθνος, γαῦρον, ἀγέρωχον, φιλοπόλεμον, γένος ὅρκων παράσπονδον, πόλεμον ἡμῖνἄσπονδόν τε ἐπείγειρε, πρόφθασον Παρθένε Ἁγία Θεοτόκε.

Στρατιᾶς οὐρανίου παρεμβολῇ νοερᾷ κύκλωσόν Σου τὴν πόλιν, καὶ περιτείχισον, καὶ τὰς τῶνἐχθρῶν ἐπηρείας ματαίωσον, πρόφθασον Παρθένε Ἁγία Θεοτόκε.

Ὡς ὁ Ἄδερ ἐκεῖνος ὁ ἀλιτήριος, κατὰ τοῦ Σολομῶντος οὕτως ἐγήγερται, Ἄγαρ ὁ δεῖνος Ἰσμαὴλ ὁἐπώνυμος, πρόφθασον Παρθένε Ἁγία Θεοτόκε.

Δορυάλωτον θεῖναι σπεύδει τοὺς δούλους Σου ὁ στρατός, ὁ εν ὅπλοις θαῤῥῶν καὶ δόρασιν, ἀλλ’ ημεῖς ἐν Σοὶ πεποιθότες κραυγάζομεν· πρόφθασον Παρθένε Ἁγία Θεοτόκε.

Ἡ τὰ κράτη των τόξων πάλαι συντρίψασαν, τῶν βαρβάρων ἐφόδους πολλάκις τρέψασα, σύντριψον καὶ νῦν καὶ ῥομφαίαν καὶ πόλεμον, Δέσποινα Παρθένε Ἁγία Θεοτόκε.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰσχὺς καὶ κράτος γενοῦ Πανάμωμε, τοῦ Σοῦ λαοῦ ἀνδρία καὶ φρουρός τε καὶ δύναμις, καὶ ῥομφαία καὶ μάχαιρα δίστομος, τὰς τῶν ὑπεναντίων φάλαγγας τέμνουσα, καὶ τὴν τῶν ἐχθρῶν παρεμβολήν, εἰςἕν συγκόπτουσα.

Ὡς τεῖχος ἄῤῥηκτον καὶ ἀπόρθητον, Χριστιανῶν ὡς πρόβολος, καὶ πύργος ἀχείμαστος, τῶν δεινῶν καὶ ἀθέων φρυάγματα, καὶ τὴν κορυφουμένην τυράννων ἔφοδον, καὶ τὰς τῶν βαρβάρων ἀπειλὰς Ἁγνὴδιάλυσον.

Ἀγγέλου πάλαι ὑπερασπίζοντος, ὁ Γεδεὼν τὰ τῶν Μαδιανιαίων ἐξέκοψε καὶ τὰ νῦν, ἐξαπόστειλονἌγγελον, φάλαγγας τῶν βαρβάρων καταδιώκοντα, καὶ κατασυντρίβοντα ἐχθρούς, τοὺς πολεμοῦνταςἡμᾶς.

Νικᾶται τάξις φύσεως Δέσποινα, ὅπου Θεὸς ὁ πάντα δρῶν τῷ νεύματι βούλεται, Σὺ καὶ αὐτῷ ὑπὲρ φύσιν γεννήσασα δύνασαι ὅσα θέλεις, ὅθεν τοὺς θέλοντας ταύτην Σου τὴν πόλιν ἀπολεῖν, ἄρδηνἀφάνισον.

Ναοῦ ἐπάκουσον ἐξ ἁγίου Σου τῶν οἰκετων Ἁγνή, καὶ ὀργὴν Θεοῦ ἔκχεον επὶ τὰ ἔθνη τὰ Σὲ μὴγινώσκοντα, καὶ ἐπὶ βασιλείας, αἳ Σου τὸ ὄνομα οὐκ ἐπεκαλέσαντο πιστῶς, τὸ πολυπόθητον.

Ὁ λύσας Λόγε τὸν μέγαν πόλεμον, καὶ την μακρὰν ἐκείνην καὶ ἀρχαίαν διάστασιν, καὶ ἑνώσας τῇΣῇ ἀνθρωπότητι τὰ οὐράνια, διὰ τῆς Θεοτόκου λύσας τὸν πόλεμον τὸν πρόσφατον τοῦτον καὶ βαρύν,ἡμᾶς εἰρήνευσον.

Ὑφάπλωσόν μοι τὴν σκέπην Δέσποινα, ὡς φωτεινὴν νεφέλην, καὶ τὴν πόλιν Σου σκέπασον, καὶἀγκάλαις ἐν αἷς ἠγκαλίσω Χριστὸν ἐναγκαλισαμένη, ταύτην ἀπόρθητον τήρησον, ὀνόματι τῷ Σῷκεκαυχωμένην ἀεί.

Εὐχὴ Μακαρίου Φιλαδελφίας.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, τίς ὁμοιωθήσεταί Σοι; Τίς ὅμοιός Σοι ἐν θεοῖς Κύριε ὁ Θεὸς ἡμῶν; Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ παρακαλεῖν καὶ σώζειν πάνταςἡμᾶς; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνης ὁ Θεός, ἀνταπόδοσον τοῖς ὑπερηφάνοις, ὅτι ἰδοὺ οἱ ἐχθροί Σουἴσχυσαν καὶ οἱ μισοῦντές Σε ἧραν κεφαλὴν ἐπὶ τοῦ λαοῦ Σου κατεπανουργεύσαντο γνώμην, καὶἐβουλεύσαντο κατὰ τῶν Ἁγίων Σου, εἶπον· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτούς, καὶ οὐ μὴ μνησθῇ τὸὄνομα Ἰσραὴλ ἔτι. Ἤλθωσαν ἔθνη εἰς τὴν κληρονομίαν Σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν Σου, ἔθεντο τὴν τιμίαν Σου Ἱερουσαλήμ ὡς ὁπωροφυλάκιον, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων Σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν Ὁσίων Σου, τοῖς θηρίοις τῆς γῆς, ἐξέχεαν τὸ αἷμα αὐτῶν κύκλῳἹερουσαλήμ, καὶ οὐκ ἧν ὁ θάπτων. Ἀλλ’ ἕως πότε Κύριε ἐκκαυθήσει ὡς πῦρ ἡ ὀργή Σου; Ἕως πότεἁμαρτωλοὶ καυχήσονται; Μέχρι τίνος χρήσεται παράνομος ἐξουσίᾳ; Ἕως τίνος ὑψωθήσεται ῥάβδοςἀσεβῶν κατὰ κλήρου τῶν ἡγιασμένων; Οἴμοι, ὅτι ἐπλήσθη ἡ ταπείνωσις ἡμῶν, καὶ ἐσμικρύνθημεν παρὰπάντα τὰ ἔθνη. Οἴμοι, ὅτι οἱ λυποῦντες ἡμᾶς σφόδρα κατισχύουσι, καὶ ἡ πληγὴ ἡμῶν στερεὰ ἐγεννήθη. Καὶ Σὺ Κύριος ὁ μέγας καὶ ἰσχυρός, ἕως τίνος οὐ μὴ ἐλεήσης τὴν Ἱερουσαλήμ; Κλαύσομαι γὰρ καὶ ὡςἹερεμίας, ἐπὶ τῇ συντριβῇ μου πικρῶς, ὅτι ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας καὶ τοῖς νεκροῖς μετὰτῶν ἐν ᾅδου συνελογίσθημεν. Καὶ ἐλπιῶ πάλιν ὡς Ζαχαρίας ἐπὶ Σὲ Κύριε τὸν θελητὴν τοῦ ἐλέους, ὅτι Θεὸς οἰκτείρων Σὺ εἶ, ἐξουθενῶν βουλὰς ἰσχυρῶν, ταπεινῶν εὐχὰς προσδεχόμενος. Τί ὅτι ἐγεννήθημενὄνειδος τοῖς ἐγγύς, καὶ τοῖς μακράν; Τοῖς ἐκκλίνασι δηλαδὴ ἐξ ὁδοῦ δικαίας εἰς παρατροπὴν δογμάτων, καὶ τοῖς ἀθετοῦσι καθάπαξ εἰς ἀσέβειαν, οἵτινες λόγον πανσόφου προνοίας οὐκ ἐπιστάμενοι Σου, τὴνἐπίσκεψιν ἡμῶν ὡς ἐγκατάλειψιν διαβάλλουσιν. Ἔδει γὰρ τούτους μὲν ἐκ τῶν ἱερῶν ἀκοῦσαι λόγων, ὅτιἐλεγχόμενοι ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, ἐκεῖνους δὲ ἐκ τῶν κοινῶν καταμαθεῖν ἐννοιῶν, ὅτι οὐχ οἱ τεθνηκότες, οὐδὲ οἱ νεκροὶ τῆς ἰατρικῆς ἐπιμελείας ἀξοιοῦνται, ἀλλ’ οἱζῶντες ἐν ἀσθενείᾳ τῆς τὴν θεραπευόντων προνοίας ἀπολαύουσι, και τὴν παγκόσμιον ταύτην πληγήν, εἰς ὑπερκόσμιον μετατιθεμένην εὐφροσύνην, ὀψέποτε συνιέναι. Ἀλλ’ οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, καὶδιὰ τοῦτο ἀσέβειαν ἡμῖν ὀνειδίζουσι, καὶ τὴν εἰς Σὲ πεποίθησιν, τὸν ἀληθινὸν Θεόν, παροιμίανἀποκαλοῦσι, και ὅτι Σὲ τὸν μονογενῆ τοῦ ἀνάρχου Πατρός, Υἱὸν ὁμοοῦσιν τῷ συμφυεῖ Σου Πατρί, καὶ τῷπαναγάθῳ Σου Πνεύματι κηρύττοντες, μίαν Οὐσιαν, μίαν Δύναμιν, Θεότητα, καὶ Βασιλείαν προσκυνούμεν, ταῦτα πάσχειν ὑπολαμβάνουσι, καὶ δίκην ἀσεβείας τὴν πληγὴν τῆς αἰχμαλωσίας, οὐπλημμελημάτων ἔκτισιν ἡγοῦνται οἱ παράφρονες, καὶ τὴν Σὴν ἐπιτωθάζοντες ἀνοχήν, βλασφημοῦσί Σου τὴν Θεότητα, καὶ τὴν κοσμοσώτειραν διαχλευάζουσιν οἰκονομίαν Σου. Ἀλλ’ ἄνες Κύριε, ἄνες ὁφιλανθρωπότατος Θεός, οἰκτείρησον, συμπαθέστατος καὶ ἐλεήμων Δεσπότης, καὶ μὴ τῷ θυμῷ Σουἐλέγξῃς ἐπὶ πλέον ἥμᾶς, ἵνα μὴ ἐκτριβῶμεν, μηδε τῇ ὀργῇ Σου παιδεύσῃς ἡμᾶς, ἵνα μὴ γενώμεθα ὡς τὸἀπ’ ἀρχῆς καὶ πρὸ τοῦ γενέσθαι. Ἀλλα γενοῦ μεθ’ ἡμῶν ὡς μαχητὴς ἰσχυρός, ὅτι οὐκ ἀδυνατεῖ παρὰ Σοὶσώζειν ἐν πολοῖς καὶ ἐν ὀλίγοις. Κατίσχυσον ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν, οτι ἐπὶ Σοὶ πεποίθαμεν, καὶ ἐπὶ τῷὀνόματί Σου τεθαῤῥήκαμεν, καὶ πιστωθήτω δὴ τὸ ῥῆμά Σου Κύριε, ὃ ἐλάλησας πρὸς ἡμας, ὅτι μεθ’ ἡμῶν εἶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ ὑψωθήτω πέρας Χριστιανῶν καὶκαταισχυνθήτωσαν οἱ διώκοντες ἡμᾶς καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν καὶ συντριβήτω ἡ ἰσχὺς αὐτῶν, καὶ ἡ δυναστεία αὐτῶν μὴ ὑπαρξάτω, καὶ γνώτωσαν ἅπαντες, ὅτι ὄνομά Σοι Κύριος. Σὺ μόνοςὝψιστος ἐπὶ πᾶσαν τὴν γῆν καὶ Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, καὶ Σὲ δεῖ προσκυνεῖν τὸν ἀληθινὸν Θεον, καὶ Σωτῆρα ἡμῶν, σὺν τῷ ἀνάρχῳ Σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶΖωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Ἑτέρα.

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί Σου, ὅπως ἐπιβλέψῃς ἐπὶ τὴν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων οἰκετῶν σου, καὶ ἐλεήσῃςἡμᾶς, ὅτι Δέσποτα, αἱ ἀνομίαι ἡμῶν καὶ αἱ αμαρτίαι ὑπερῇραν τὰς κεφαλὰς ἡμῶν καὶ ἐγενήθημενὄνειδος τοῖς ἔθνεσι, μυκτηρισμός, καὶ χλευασμός, τοῖς περικύκλῳ ἀθέοις Ἀγαρηνοῖς, καὶ ἐταπεινώθημενἕως θανάτου διὰ τὰς ἁμαρτίας, τὰς ἀνομίας καὶ βλασφημίας ἡμῶν. Τίς οὐ θρηνήσει τὴν τηλικαύτην αἰχμαλωσίαν ἡμῶν; Ὅτι ταῦτα πάντα ἐπῆλθεν ἐφ’ ἡμᾶς, διὰς τὰς ἁμαρτίας καὶ ἀνομίας καὶ βλασφημίαςἡμῶν, διὰ τοῦτο οι υἱοὶ Σιών, οἱ τίμιοι, ἐλογίσθημεν ὡς ἀγγεῖα ὀστράκινα. Διὰ τοῦτο ἠμαυρώθη τὸχρυσίον, ἠλλοιώθη τὸ ἀργύριον τὸ ἀγαθόν. Διὰ τοῦτο οἱ Ναζηραῖοι Σιών, οἱ ὑπὲρ χιόνα λάμψαντες, γεγόναμεν ὡς Αἰθίοπες. Οἱ τιθηνούμενοι ἐπὶ πόκον, περιεβαλλόμεθα ἀσχημοσύνην, καὶἐμεγαλύνθησαν αἱ ἀνομίαι ἡμῶν υπὲρ ανομίας Σοδόμων. Διὰ τοῦτο οἱ υἱοὶ ἡμέρας καὶ τοῦ φωτός, υἱοὶγεγόναμεν ἐχθρῶν ἀνόμων καὶ απίστων ἐθνῶν, ὅτι ημάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, παραβαίνοντες τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἀλλὰ μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ Ὄνομά Σου Κύριε, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην Σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός Σου ἀφ’ ἡμῶν διὰ τοὺς οἰκτιρμούς Σου. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ διὰ σπλάγχνα του μονογενοῦς Σου Υἱοῦ, καὶ διὰ τὸἔλεος τοῦ Ἁγίου Σου Πνεύματος, μηδὲ μνησθῇς τῶν ἀνομιῶν καὶ τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ ταχὺπροκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί Σου Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν ὁ Θεός, ὁΣωτὴρ ἡμῶν, ἔνεκεν τῆς δόξης τοῦ ὀνόματός Σου. Πρόσδεξαι τὴν ἐξομολόγησιν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων οἰκετων Σου, διὰ τὸ τίμιον καὶ ἅγιον αἷμα τοῦ Υἱοῦ Σου, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Ὃὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεε. Διὰ τοὺς Ἁγίους Αὐτοῦ Ἀποστόλους καὶ Μάρτυρας, οἳτινεςἠγωνίσαντο ὑπὲρ τοῦ ὀνόματος Αὐτου, τὸ ἴδιον αἷμα ἐκχέαι. Διὰ τοὺς Ἁγίους Προφήτας καὶ Πατέρας καὶΠατριάρχας, οἳτινες ἠγωνίσαντο εὐαρεστῆσαι τῷ Ἁγίῳ Σου ὀνόματι. Μὴ παρίδῃς τὴν δέησιν ημῶν Κύριε, μηδὲ ἐγκαταλίπῃς ἡμας εἰς τέλος. Οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ’ ἐπὶ τὰἐλεη Σου, δι’ ὧν τὸ γένος ἡμῶν περιποιῇ, ἱκετεύομεν οὖν καὶ παρακαλοῦμεν τὴν Σὴν ἀγαθότητα, μὴἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου Σου, μηδὲ βδελύξῃ τὴν ἡμῶν ἀναξιότητα, ἀλλ’ ελέησον ἡμᾶς κατὰτὸ μέγα Σου ἔλεος, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν Σου, πάριδε τὰ ἀνομήματα καὶ τὰ ἁμαρτήματαἡμῶν. Ναὶ Δέσποτα παντοδύναμε, εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶβοήθησον τῷ λαῷ Σου, καὶ ἐνίσχυσον τὸ στρατόπεδον ἐν ὥρᾳ πολέμου, καὶ δυνάμωσον καὶ ὀχύρωσον αὐτό, ὡς ἔδωκας ἰσχὺν Ἰησοῦ τοῦ Ναυῆ, καὶ Δαβὶδ τῷ Προφήτῃ Σου κατὰ τῶν ὑπεναντίων. Οὕτω ΚύριεἸησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐνίσχυσον καὶ βοήθησον τῷ λαῷ Σου, τοὺς κεκλημένους τὸ Σὸν ἅγιονὄνομα, ὅτι ἐκτός Σου Θεὸν ἄλλον οὐκ οἴδαμεν, το ὄνομά Σου ὀνομάζομεν. Σὺ γαρ εἶ ὁ ἐνεργῶν τὰ πάνταἐν πᾶσι καὶ τὴν παρὰ Σοῦ ἐπιζητοῦμεν βοήθειαν, ἐπίβλεψον οὖν ἐκ τοῦ οὐρανοῦ Κύριε καὶ ἴδε ἐκ τοῦοἴκου τοῦ Ἁγίου τῆς δόξης Σου. Ποῦ ἔστιν ὁ ζῆλός Σου, καὶ ἡ ἰσχύς Σου; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν Σου; Σὺ γὰρ ἡμῶν εἶ Θεός, καὶ το ὄνομά Σου ἐφ’ ἡμᾶς ἐστιν, ἐπίστρεψον Κυριε διὰτοὺς δούλους Σου, διὰ την ἁγίαν Σου ἐκκλησίαν, διὰ πάντας τους ἀπ’ αἰῶνος Ἁγίους Σου. Οἱ γὰρὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά Σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτι οὐκ ἦρξας ἡμῶν, ὡςἀκάθαρτοι πάντες ἡμεῖς εγεννήθημεν, ὡς ῥάκκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν, καιἐῤῥύημεν ὡς φύλα διὰ τὰς ἀνομίας ἡμῶν καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ Ὄνομά Σου, καὶ μνησθεὶςἀντιλαβέσθαί Σου. Καὶ ἀπέστρεψας τὸ πρόσωπόν Σου ἀφ’ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας και ἀνομίας καὶ βλασφημίας ἡμῶν ἐχθροῖς ἀλαζόσιν, ὑπερηφάνοις καὶ ἀπίστοις ἔθνεσι. Καὶ νῦν Κύριε ὁΘεὸς ἡμῶν, μὴ ὀργισθῇς ἕως σφόδρα, ὅτι ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ Σου ὄρη καὶτακήσεται καὶ κατακαύσει πῦρ τοὺς υπεναντίους και ἀθέους ἐχθρούς ἡμῶν, καὶ φοβερὸν ἔσται τὸ ὄνομά Σου τοῖς ὑπεναντίοις Σου, ἀπὸ τοῦ αἰῶνος οὐκ εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Θεὸν ἀλλότριον. Και νῦν Δέσποτα ἐπίβλεψον ἐξ ουρανοῦ καὶ ἴδε καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, καὶ ῥῦσαι ἡμᾶς εκ τῶν ἀθέων ἐχθρῶν ἡμῶν καὶ ἐκ τῶν μεθοδειῶν καὶ μηχανημάτων καὶ παγίδων αὐτῶν ἐλευθέρωσον. Καὶμὴ ἀποστήσῃς ἀφ’ ἡμῶν τὴν Σὴν κραταιὰν βοήθειαν, ὅτι ἡμεῖς οὐχ ἱκανοὶ ἐσμὲν πρὸς τὸ νικᾷν τὰἀντιπίπτοντα. Σὺ δὲ δυνατὸς εἶ πρὸς τὸ σώζειν ἡμᾶς ἐκ τῶν ἐναντίων καὶ ἀπίστων ἀχθρῶν ἡμῶν καὶἐνίσχυσον τὸν λαόν Σου καὶ τὸ στρατόπεδον ἡμῶν καὶ ὀχύρωσον καὶ ἐνδυνάμωσον καὶ κραταίωσον αὐτὸεν ὥρᾳ πολέμου καὶ κατάβαλε καὶ σύντριψον καὶ ἀφάνισον τοὺς ἀθέους καὶ ἀπίστους βαρβάρους καὶἀγαρηνοὺς ἐχθρους ἡμῶν καὶ δὸς δόξαν τῷ ὀνόματί Σου τῷ ἁγίῳ, μη ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁΘεὸς αὐτῶν; Πρεσβείαις καὶ ἱκεσίαις της πανυπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶἈειπαρθένου Μαρίας καὶ πάντων Σου τῶν Ἁγίων. Ὅτι Σὺ εἶ ἡ βοήθεια καὶ ἡ ἰσχὺς ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ ἀναρχῳ Σου Πατρί, συν τῷ μονογενεῖ Σου Υἱῷ καὶ τῷ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νυν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.

Ἑτέρα. Καλλίστου Πατριάρχου.

Κύριε, ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ τῇ σοφίᾳ διοικῶν τὰ πάντα, ὁδεσμεύων καὶ πάλιν ἐξάγων, ὁ ταπεινῶν καὶ αὖθις ἀνυψῶν, ὁ τοῖς μὲν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν, οὗ τὸ κράτει συνέχεται πᾶσα κτίσις, ὅση τε νοητή, καὶ αἰσθητή. Οὗ τὰ κρίματαἄβυσσος πολλή, καὶ αἱ ὁδοὶ ἀνεξιχνίαστοι, οὗ τὸ πνεύματι πάντα ἄγεται. Οὗ ἐν τῇ χειρὶ πνοὴ πάντων τῶν ζώντων, ᾧ ὑπείκει τὰ ἄστρα, ᾧ πάντα ὑποτέτακται, ω πᾶσα δουλεύει κτίσις, Ὃν αἱ νοεραὶ πᾶσαι δυνάμεις τρέμουσι καὶ ἀλήκτοις δοξολογίαις γεραίρουσι. Ὃν τὰ σύμπαντα φωναῖς ἀλαλήτοις ὑμνεῖ. Σὺτοίνυν νοητὲ δικαιοσύνης ἥλιε, Θεὲ ἀληθινέ, Ὁ πάντα ποιῶν καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, εὐμενεῖ καὶ ἱλεῳ ὄμματι ἔπιδε ἐπὶ τὸν λαόν Σου τὸν ἡμαρτηκότα καὶ ἀπεγνωσμένον καὶ κατάπεμψον ἐπ’ αὐτοὺς τὰ ἐλέη Σου τα πλούσια. Φεῖσαι τῆς κληρονομίας Σου, φεῖσαι τοῦ λαοῦ Σου, φεῖσαι τοῦἀμπελώνος, ὃν ἐφύτευσεν ἡ δεξιά Σου. Τὴν ἔμφυτον ἀγαθότητα καὶ τὴν Σὴν ὑπὲρ ἡμῶν ἔχωνἱκετεύουσαν. Μνήσθητι τοῦ αἵματος τῶν δούλων Σου τοῦ ἐκκεχυμένου, μνήσθητι τῶν ἁγίων Σου θυσιαστηρίων, ἃ βεβήλοις ποσὶν ἐπατήθησαν, καίγε πυρὶ παρεδόθησαν. Μνήσθητι τῆς ἐλεεινῆς ἡλικίας, τῆς αἰχμαλωσίαν ἀσεβέσι παραδοθείσης, καὶ τὴν μὲν πατρῶαν εὐσέβειαν ἀνοήτῳ γνώμῃἐξομωσαμένης, τῷ διαβόλῳ ἐπιγραψαμένης, καὶ στῆσον ἤδη ῥάβδον ἁμαρτωλῶν κατὰ κλήρου δικαίωνἀφιεμένην. Μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, καὶ διὰ ἄφατον ἔλεον τὸνὑπερεκχυνόμενον ἐκ τῆς Σῆς ἀγαθότητος. Καὶ δὸς δὴ τῷ φιλοχρίστῳ βασιλεῖ ἡμῶν ἄνεσιν τῶν κατεχόντων τούτων ἀνιαρῶν, καὶ ἀπαλλαγὴν τῶν ἐμφυλίων θορύβων καὶ στάσεων. Ἐνίσχυσον αὐτοῦτὸν βραχίονα καὶ τοὺς ἐπανισταμένους αὐτῷ ὑπόταξον καὶ σύναψον αὐτοῦ τὰ στρατεύματα εἰς μιανὁμόνοιαν καὶ εἰρήνην καὶ πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτῶν ἐχθρῶν ἀνώτερον αὐτον διατήρησον.Ἄγγελον αὐτῷ ἐξ ἁγίου κατοικητηρίου Σου κατάπεμψον φύλακα, σαφῶς προπολεμοῦντα τοῦ Σοῦβασιλέως, ἀστασίαστον ἐν βαθείᾳ γαλήνῃ τὴν βασιλείαν αὐτῷ δώρησαι, ὡς ἄν τὸ Σὸν ἅγιον ἔθνος ἐν τῇγαλήνῃ αυτου ἥρεμον καὶ ἡσύχιον βίον διάγῃ, καὶ πᾶσαν ἄλλην ἐπεγειρομένην κατ’ αὐτοῦ ταραχήν, καὶἐπιβουλὴν τῇ ἀμάχῳ δεξιᾷ διασκέδασον, καὶ ἀνεπιβούλευτον καὶ μακρὰν αὐτῷ τὴν ζωὴν χάρισαι. Πρεσβείαις τῆς πανυπερενδόξου ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τῶν ἀΰλων λειτουργῶν καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ’ αἰῶνός Σοι εὐαρεστησάντων. Ἀμήν.

Ἑτέρα.

Ἄναρχε Βασιλεῦ, ἀόρατε, ἀνεξιχνίαστε, ἀκατάληπτε, καὶ ἀνέκφραστε, ὁ πᾶσαν δρακὶ περιέχων τὴν κτίσιν καὶ διατηρῶν, ὁ διακατέχων καὶ διακυβερνῶν αὐτὴν ἀῤῥήτῳ λόγῳ, ὁ τῶν Νινευϊτῶν τὰςἀνομίας, πρότερον μὲν ἀνεχόμενος, ὕστερον δὲ τὴν μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν προσδεξάμενος, καὶ χαρισάμενος αὐτοῖς δι’ ὑπερβάλλουσαν ἀγαθότητα καὶ μακροθυμίαν πάσας τὰς ἀνομίας καὶ τὰπλημμελήματα τῇ συνήθει, καὶ ἀφάτῳ Σου φιλανθρωπίᾳ δεξάμενος, δέξαι καὶ ἡμῶν τὰς εὐχάς, καθάπερ ὡς εἵρηται, τῶν Νινευϊτῶν τὴν ἐπιστροφὴν καὶ μετάνοιαν. Δέξαι τὰ δάκρυα καὶ τοὺς στεναγμούς. Δέξαι τὴν τεταπεινωμένην ἡμῶν δέησιν, οὐδὲ γὰρ δυνάμεθα ὅλως ταῖς ἁμαρτίαις γενόμενοι, πρὸς Σὲ τὸν μόνον ἀναμάρτητον ἀτενίζειν. Δέξαι τὰς ἐκ βάθους ὡς δίκην καπνοῦἀναπεμπομένας Σοι τῷ Δεσπότῃ κραυγάς. Δέξαι τοῦ ταλαιπωρημένου λαοῦ τὴν παράκλησιν. Νικησάτωἡ ἄβυσσος τῆς Σῆς εὐσπλαγχνίας τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν, καὶ δὸς τῷ λαῷ Σου λύτρωσιν,ἐλευθερίαν τῶν πειρασμῶν καὶ τῆς τοῦ θανάτου τομῆς ἄφεσιν. Ναὶ Κύριε ὁ Θεὸς ἡμῶν, ἐπάκουσον τοῦλαοῦ Σου ἐν τῇ ὥρᾳ ταύτη, καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ στῆσον τὴν ῥάβδον τῶν ἁμαρτωλῶνἐπεγειρομένην ἐπὶ τὸν κλῆρον τῶν δικαίων, οὓς Σὺ μόνος οἶδας καὶ ἐπίστασαι, παρ’ αὐτῶν γινωσκόμενος, ὅπως καὶ δι’ ἡμῶν τῶν Σῶν ἀχρείων δούλων δοξασθῇ τὸ πανάγιον Ὄνομά Σου, τοῦΠατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα.

Ὑπεράγαθε Κύριε, Δημιουργὲ τοῦ παντός, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἀνείκαστος,ὁ τὰς ἀνομίας ἡμῶν πάσας ἀράμενος καὶ τῷ Σταυρῷ προσηλώσας ἵνα καθαγιάσῃς ἡμᾶς ὁ ἀναμάρτητος καὶ παντὸς ῥύπου ἀνεπίδεκτος. Σοὶ θαῤῥοῦντες προσπίπτομεν ἱκετικῶς ἀνεξίκακε Κύριε, καὶ τῆς Σῆςἀφάτου καὶ ἀμετρήτου φιλανθρωπίας τὸ πέλαγος ὑποσκοποῦντες, κράζομεν πρὸς Σὲ τὸν εὐδιάλλακτον Κύριον· σῶσον ἡμᾶς οὐ φαρισαϊκῶς τὰς ᾠδὰς ἡμῶν καὶ ὑμνῳδίας ἀναφέρομεν, ἀλλὰ τελωνικῶς, οὐδὲκατὰ τὸν ἀγνώμονα ἐκεῖνον ληστήν, ἀλλὰ κατ’ αὐτὸν τὸν εὐγνώμονα καὶ εὐχάριστον βοῶμεν τό· Μνήσθητι. Διὰ τοῦτο νικησάτω τὸ ἀνεξερεύνητον ἔλεος τὰς ἀνομίας ἡμῶν, εἰ καὶ μὴ προσηκόντως μετανοοῦμεν καὶ ἐπιστρέφομεν. Δεῖξον καὶ ἐν ἡμῖν, τῆς φιλανθρωπίας Σου τὸ μέγεθος. Σπλαγχνήσθητι καὶ διαλλάγηθι ὡς μακρόθυμος ἐπὶ τῷ λαῷ Σου. Στῆσον τὸ δρέπανον του θανάτου, ὥστε μὴ καθ’ ἡμῶπροβῆναι. Στῆσον τὴν ταχεῖαν καὶ ἄωρον τούτου τομήν. Στῆσον τῆς λοιμώδους νόσου τὴν δικαίαν ταύτην φθοράν. Στῆσον τὴν ῥομφαίαν τὴν καθ’ ἡμῶν διεγειρομένην, ἵνα μὴ ἀπολώμεθα. Σοὶ γὰρ μόνῳἡμάρτομεν, ἀλλὰ καὶ Σοὶ μόνῳ προσπίπτομεν. Ναὶ Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶἀχρείων δούλων Σου ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν, πάριδε τὰ πλημμελήματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἁγνοίᾳ, ἵνα δοξασθῇ καὶ ἐν ἡμῖν τὸ πανάγιον Ὄνομά Σου· τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Ἑτέρα.

Εὐδιάλλακτε Κύριε, μακρόθυμε καὶ πολυέλεε, χορηγὲ πάσης κτίσεως λογικῆς τε καὶ νοερᾶς, ὁ τὸεἶναι ἐξ οὐκ ὄντων τοῖς πᾶσι δωρούμενος, καὶ τὸ εἶναι πανσόφως ἡμῖν χαρισάμενος δοξολογίαις καὶᾠδαῖς εὐχαρίστοις προσπίπτοντας τῇ Σῇ ἀνεικάστῳ ἀγαθότητι. Μὴ παρίδῃς ἡμᾶς, μηδὲ τὰς ἱλαστηρίουςἡμῶν προσευχάς, καὶ ἱκεσίας ἀπώσῃ, ἀλλ’ εὐδόκησον ἐξ ἁγίου κατοικητηρίου Σου καὶ εἶδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά Σου. Καὶ ἐξελοῦ ἡμᾶς ἀπὸ ταύτης τῆς δεινῆς καὶ λοιμώδους νόσου, τῆς τομῆς τοῦ θανάτου, τῆς ψυχικῆς δηλαδή, καὶ σωματικῆς, ἡ γὰρ φοβερὰαὕτη καὶ ἀπροσδόκητος συμφορά, οὐ μόνον σώματα εἰς τέλος νεκροῖ καὶ διαφθείρει ἀλλὰ καὶ ψυχάς, τελείως ἀπόλλυσιν, ἀμετανοήτως ἡμῶν διακειμένων καὶ προσκεκρουκότων ἐντεῦθέν Σοι τῷ Θεῷ ἡμῶν, διὰ τοῦτο Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν, ὅπως ἐπακούσῃς τῆς δεήσεως τοῦ λαοῦ Σου καὶ ἱκεσίας καὶ ἀποστρέψῃς τὸ θυμόν Σου ἀφ’ ἡμῶν, ναὶ Κύριε, μὴ ὀργισθῇς εἰς τοὺς αἰῶνας ἡμῖν, μηδ’ ἐπιτείνῃς τὴν δικαίαν Σου καθ’ ἡμῶν ἀγανάκτησιν. Οὐδεὶς γὰρ δύναται ἔμπροσθέν Σου στῆναι, ἤ παῤῥησιάσθαι καὶοὐδεὶς ζῶν ἄνθρωπος ὅλως ἐν Σοὶ δικαιωθήσεται. Πᾶσα γὰρ δικαιοσύνη ἀνθρώπου, ὡς ῥάκκοςἀποκαθημένης κατὰ τὸν μεγαλοφωνότατον Ἡσαΐαν. Τὰ γὰρ ὄρη καὶ οἱ βουνοί, τῷ Σῷ φόβῳ συνεχόμενα κλονοῦνται καὶ φρίσσουσι. Κατάπαυσον τοίνυν τὴν ὀργήν Σου ἀφ’ ἡμῶν, ἀπόστρεψον τὴν αἰχμαλωσίανἡμῶν ἐκ τῆς δουλείας τῶν ἀσεβῶν, ἀλλὰ δὴ καὶ τὴν κατὰ νοῦν γινομένην αἰχμαλωσίαν, τῇ τρικυμίᾳ καὶζάλῃ τῶν πειρασμῶν ὑπὸ τοῦ νοητοῦ Φαραώ. Οὐδὲ γὰρ δυνάμεθα κατ’ ἄμφω πλημμελούντες ᾄδειν Σοιᾠδὴν εὐχαριστήριον ἐπὶ γῆς ἀλλοτρίας. Μνήσθητι ἡμῶν Κύριε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, κατάπεμψον ἡμῖνἌγγελον πιστὸν φύλακα, ᾧ καὶ παρακατάθου τὴν ζωὴν ἡμῶν, ὅπως ἐξελῆται ἡμᾶς τῆς φοβερᾶς τοῦθανάτου ὀργῆς, καὶ τῆς ἀπροσδοκήτου ταύτης ῥομφαίας, ἵνα διὰ τῆς ἀπαλλαγῆς ταύτης καὶ ἀνέσεως, δοξάσωμέν Σε τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὴν μία θεότητά τε καὶ Βασιλείαν, ᾗπρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἑτέρα.

Σοῦ δεόμεθα, καὶ Σὲ παρακαλοῦμεν ἐκτενῶς τὸν Θεόν, καὶ πατέρα τοῦ Κυρίου ἡμῶν ἸησοῦΧριστοῦ, ἵνα ἱλέῳ ὄμματι ἐπιβλέψῃς ἐπὶ τῷ λαῷ Σου, καὶ ἐπὶ τὴν κληρονομίαν Σου, σπλαγχνισθεὶς ἐφ’ἡμῶν, καὶ τὴν ἡμετέραν γῆν ἐξερημωθεῖσαν διὰ τὰς ἀνομίας ἡμῶν, καὶ αἰχμάλωτον γεγονυῖαν καὶδούλην τοῖς πολεμίοις, ἐπευδοκήσῃς ἐπανελθεῖν εἰς τὴν προτέραν ἐλευθερίαν, καθάπερ ποτέ, καὶ τοῦπαλαιοῦ Ἰακὼβ ἐκείνου τοῦ φέροντος τύπον τοῦ μονογενοῦς Σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν εὐδοκίᾳ. Καὶθελήσει τῇ Σῇ ὑποστρέψαντος τοὺς οἰκογενεῖς ἅπαντας πρὸς τὰ ἐπηγγελμένα τῶν ὑποσχημένων Σουἀγαθῶν ἐπανήγαγες. Καὶ γὰρ ἐπ’ ἐκείνων τῇ συνήθει Σου φιλανθρωπίᾳ χρώμενος, ἀφήκας τὰς ἀνομίας αὐτῶν, κατέπαυσας πᾶσαν τὴν ὀργήν Σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ Σου, ἐπίστρεψον τοίνυν καὶἡμᾶς ὁ Θεός, κατὰ τῶν σωτηρίων Σου ἐντολῶν φροντίζειν ἀξίωσον, ἀπόστρεψον τὸν θυμόν Σου ἀφ’ἡμῶν, μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν, ἤ διατενῇς τὴν ὀργή Σου ἀπὸ γενεᾶς εἰς γενεάν. Ὁ Θεὸς Σύ,ἐπιστρέψας ζώωσον ἡμᾶς, καὶ ὁ λαός Σου εὐφρανθήσεται. Δεῖξον καὶ ἐν ἡμῖν τὸ ἔλεός Σου καὶἀκουσόμεθα εἰρήνην καὶ ἀγαλλίασιν ἐπὶ Σέ. Ναὶ Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων Σου ἐν τῇ ὥρᾳ ταύτῃ, τοῦ κατασκηνῶσαι δόξαν καὶ εἰρήνην ἐν τῇ γῇ ἡμῶν, τῇ γῇ Σῇ συνάρξει καὶ βοηθείᾳ θαῤῥοῦντες ἡμεῖς οἱ ἀνάξιοι, ἐλπίζομεν ἔλεος καὶ ἀλήθειαν ἔμπροσθεν ἡμῶν προπορεύεσθαι, ἐκτός Σου γὰρ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου ὀνομάζομεν, καὶ μὴ ἀποστραφῇς ἡμᾶς εἰς τέλος, ἀλλ’ ἐξεγέρθητι καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ταπεινῶν καὶ ὡςἀμνησίκακος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν ἐπίστρεψον τὴν αἰχμαλωσίαν ἡμῶν, στῆσον τὴν καταιγίδα τῶν συμφορῶν, ἄνες ἡμῖν τα παραπτώματα ἡμῶν, ὅπως τῇ ἀνέσει τῶν συμφορῶν, δοξάσωμέν Σε τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησου Χριστοῦ, σὺν τῷ μονογενεῖ Σου Υἱῷ καὶ τῷ ἁγίῳ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αιῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα μόνῳ τῷ λόγῳ δημιουργήσας, καὶ ἐξ οὐκ ὄντων εἰς τὸεἶναι ταῦτα παραγαγών, καὶ εἰς ἕν συνάψας καὶ συναθροίσας τῇ ἀῤῥήτῳ Σου δυνάμει καὶ ἐνεργείᾳ, πάντα γὰρ δυνατά Σοι, ἀδυνατεῖ δέ Σοι οὐδέν. Καὶ διὰ τοῦτο καιροὺς καὶ χρόνους καὶ ἐνιαυτοὺς συνάψας καὶ συναρμόσας τῷ Σῷ βουλήματι, καὶ κατακοσμήσας τοῦτον τὸν ὁρώμενον καὶ βλεπόμενον, ὁ τὸν οὐρανὸν ἐξαπλώσας καὶ χρωματώσας καθὰ καὶ τὴν σκηνὴν ἐκείνην διὰ Μωσέως καὶ τὸ πλῆθος ἐκεῖνο καὶ μυριάριθμον γένος τῶν Ἰουδαίων καταστείλας ἐν τάξει καὶ ὁμονοίᾳ καὶ τὸν Μωσῇ ἐπ’ αὐτοῖς διὰ τῆς Σῆς δεξιᾶς καὶ βραχίονος ἰσχυροῦ δημαγωγὸν καταστήσας καὶ μίαν ἀρχὴν αὐτοῖς δούς, καὶ διατηρήσας αὐτοὺς ἀβλαβεῖς ἐν τῇ Σῇ σκέπη καὶ κραταιᾷ χειρί, ὁ τὸν ἥλιον θέμενος εἰς φῶς τῆς ἡμέρας καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτός, ὁ τὴν πληθὺν τῶν ἀστέρων ἐπὶ τοῦ στερεώματος καταπυκνώσας τῇστεγανότητι, καὶ τὴν ἀεικίνητον δοὺς αὐτοῖς κίνησιν, καὶ ἐν τάξει θέμενος τούτους τῇ Σῷ προστάγματι φυλάσσειν τὸν ὅρον αὐτοῦ ὡς μὴ καὶ σύνολον ἡμᾶς περιβλάψαι, ἀλλὰ τῷ δρόμῳ καὶ τῇ κινήσει τρέψεινἀόκνως κατὰ τὸ Σὸν βούλημα, ὁ τὴν γὴν ἀοράτως οὖσαν τῷ πρῶτον καὶ σκοτεινὴν ἀνακαλύψας, καὶ εἰς κάλλος αὐτὴν ἀναμορφώσας διὰ τὴν τῶν ἀνθρώπων φύσιν, ὁ τῷ Ἀβραὰμ εκείνῳ ποτὲ συνοδεύσας θεϊκῇΣου δυνάμει καὶ τοὺς ἐχθροὺς αὐτοῦ παραδοὺς ὑποχειρίους αὐτοῦ, ὁ τον Γεδεὼν ἐνισχύσας τοὺςὑπεναντίους πανωλεθρίᾳ συντρίψας καὶ ἀφανίσας, ὁ τῷ βασιλεῖ καὶ Προφήτῃ Δαβίδ, τὸ κράτος δοὺς κατὰ τοῦ παλαιμναίου ἐκείνου Γολιάθ, καὶ εἰς τέλος αὐτὸν ἀφανίσας, ὁ διὰ τοῦ θεράποντός Σου Μωσέως, τὸ γένος τῶν Ἑβραίων ἐλευθερώσας τῆς πικρᾶς δουλείας, καὶ τῷ Φαραῷ τῇ ἀμάχῳ Σου δυνάμει καὶ κραταιᾷ Σου χειρί, πανστρατὶ καταποντίσας καὶ παραπέμψας αὐτὸν τῷ βυθῷ τῆς θαλάσσης καὶ τὸν στύλον τοῦ φωτός, ὁδηγὸν αὐτοῖς ἐπιδείξας, ἵνα μὴ προσκόπτωσιν οἱ πόδες αὐτῶν. Αὐτὸς καὶνῦν Ἅγιε Βασιλεῦ τῆς δόξης ἐξαπόστειλον ἐξ ἁγίου κατοικητηρίου Σου, ἀπὸ θρόνου δόξης τῆς βασιλείας Σου, στῦλον φωτοειδῆ καὶ ὑπέρλαμπρον, εἰς ὁδηγία κατ’ ἐχθρῶν ὁρωμένων καὶ ἀοράτων νίκην, τοῦκρατίστου καὶ ἁγίου μου αὐτοκράτορος, καὶ ἐνίσχυσον αὐτὸν τη δεξιᾷ Σου χειρί, καὶ τοὺς σὺν αὐτῷπορευομένους πιστοὺς δούλους Σου καὶ οἰκέτας, καὶ παράσχου αὐτῷ εἰρηνικὸν καὶ ἀτάραχον τὸβασίλειον καὶ πάσης στάσεως καὶ ἐμφυλίου πολέμου ἀνώτερον. Ναὶ Κύριε ὁ Θεὸς τοῦ ἐλέους,ἐπάκουσόν μου τοῦ ταπεινοῦ και ἀναξίου δούλου Σου, ἐν τῇ ὥρᾳ ταύτῃ καὶ κραταίωσον μὲν αὐτὸν τῇἀμάχῳ Σου καὶ ἀηττήτῳ δυνάμει, τὰ δὲ τούτου στρατεύματα, ἐνίσχυσον πανταχοῦ, καὶ διάλυσον τὰςἐχθρὰς ἐπαναστάσεις τῶν ἐπανισταμένων τῷ κράτει αὐτοῦ, σύναψον αὐτοὺς ἐν ὁμονοιᾳ καὶ ὑποταγῇδικαίᾳ, καὶ εἰρήνην βαθεῖαν καὶ ἀστασίαστον ἐν τὲ γῇ καὶ θαλάσσῃ αὐτῷ βράβευσον, καὶ πάντα πρὸς τὸσυμφέρον ἐπιχορήγησον, ἵνα τὰς ἐπεγειρομένας μάχας και θορύβους ἀποσεισάμενοι, ἐν ἑνὶ στόματι καὶμιᾷ καρδίᾳ, δοξάσωμέν Σε τὸν τῶν θαυμασίων Θεον. Σὺ εἶ ο Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶνἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀει καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: http://monasteryoftheholyprophets.blogspot.gr/2015/04/blog-post_9.html

προηγούμενο
επόμενο

Facebook Comments