Προσευχή στον Άγιο Ιούδα για τον κορωνοϊό-Για προστασία και θεραπεία

ΠΡΟΣΕΥΧΗ ΣΤΟΝ ΑΓΙΟ ΙΟΥΔΑ ΓΙΑ ΤΟΝ ΚΟΡΩΝΟΪΟ 

ΛΟΙΜΙΚΕΣ ΑΣΘΕΝΕΙΕΣ -ΚΟΡΩΝΟΪΟΣ- -ΕΠΙΔΗΜΙΕΣ –

 ΓΙΑ ΠΡΟΣΤΑΣΙΑ ΚΑΙ ΘΕΡΑΠΕΙΑ

(Την διαβάζουμε όσες περισσότερες φορές μπορούμε με θερμή καρδία)

Εἰς το ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρείς φορές)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.  Κύριε, ἐλέησον . Κύριε, ἐλέησον . Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.Ἐλθέτω ἡ βασιλεία σου.Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν

 Ο πάλαι τους τρείς  νεανίας εκ καμίνου καιομένης,Χριστέ μου λόγε λυτρωσάμενος,αυτός καμέ ταις δεήσεσι της Απειρογάμου Μητρός σου,της φλογός ης εξέκαυσα,των αμετρήτων μου κακών ρύσαι και σώσον με.

Ο γλυκασμός ψυχής εμής και δεινών απολύτρωσις Κόρη αοράτως νυν επιφοιτήσασα,λύτρωσαι με πάσης κακώσεως,ην το πλήθος μου των πταισμάτων προεξένησε και παντοίας βλάβης ανώτερον εις αεί με διαφύλαξον.

Λεπρωθέντα νουν και την ψυχήν κάθαρόν με Δέσποινα,ως τον λεπρόν ο Υιός σου εκάθηρε,θέλω καθαρίσθητι επειπούσα μοι και γαρ τω λόγω σου πείθεται τεκούσης λόγον του Πατρός τον Ομοούσιον.

ΑΠΟΣΤΟΛΟΣ(Αποκ,στ΄7-9)

 ΚΑΙ ΟΤΕ ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· ἔρχου.Καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ᾿ αὐτοῦ· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν εἶχον·

ΠΡΟΣΕΥΧΗ ΣΤΟΝ ΑΓΙΟ ΙΟΥΔΑ

Αγιώτατε Απόστολε, Θεάδελφε Ιούδα  τοῦ Χριστοῦ διάκονος , τρέφων  ἅπαντα, κόσμον καρποῖς  τῶν του Θεού ιαμάτων , επάκουσον την φωνήν της εμής δεήσεως και δια πρεσβειών προς Τον Αγαθόδωρον Κύριον της δόξης , σώσον ημάς από πάσης απειλουμένης βλάβης, αρρωστίας , λοιμικής ασθενείας, θανατηφόρου επιδημίας, φόβου, δαιμονικής κακώσεως και ολόκληρον υγείαν τω σώματι και τη ψυχή ημίν δώρησαι εί και ανάξιος υπάρχω της σης ευεργεσίας,  μεσιτίαις της Πανάγνου Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου  Μαρίας και εις δόξαν και τιμήν Της Ζωοποιού και Παναγίας Τριάδος ,Του Πατρός και Του Υιού και Του Αγίου Πνεύματος.Αμήν.

-Είθε το όνομα της Αγίας Τριάδος να λατρεύεται και να υμνείται   απ’ όλους τους Ορθόδοξους Χριστιανούς, στους αιώνες των αιώνων, ΑΜΗΝ.

-Είθε το όνομα του Κυρίου ημών Ιησού Χριστού , να υμνείται και να δοξάζεται τώρα και παντοτεινά, ΑΜΗΝ.

-Ας είναι ευλογημένο το όνομα της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας. Σ’ όλο τον κόσμο και σ’ όλους τους αιώνες, ΑΜΗΝ.

(Απολυτίκιον του Αγίου)

πόστολε Ἅγιε Ἰούδα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

(Μεγαλυνάριον)

Δεῦτε τόν  Θεάδελφον οι πιστοί, καί τῆς εὐσεβείας, τόν φωστήρα τόν θεαυγή, ὑμνήσωμεν πόθω, χαῖρε Αὐτῶ βοῶντες, Ἀπόστολε Ἰούδα, Χριστοῦ διάκονε.

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

-ΠΡΟΣΕΥΧΗΤΑΡΙ  ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΔΑ-

100 Προσευχές στον Άγιο Ιούδα.

(π. Διονύσιος Ταμπάκης) 

προηγούμενο
επόμενο

Facebook Comments