ΥΠΕΡ ΔΙΑΦΥΛΑΞΕΩΣ ΕΚ ΠΥΡΟΣ

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ καμίνω τοῦ πυρὸς τὴν τριάδα τῶν δικαίων σου παίδων σώσας, ἐν εἴδει δὲ πυρίνων γλωσσῶν τὸ Πανάγιόν σου Πνεῦμα οὐρανόθεν ἐπὶ τοὺς ἁγίους σου μαθητὰς καὶ ἀποστόλους καταπέμψας· αὐτὸς ἔπιδε ἐπὶ τὴν ἑλληνίδα γῆν καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, τὴν κατ’ ἔτος μεγάλως ὀδυνωμένην ἐν τῇ φλογὶ τοῦ πυρός, καὶ κατάπεμψον αὐτῇ δρόσον οὐράνιον ἐξ ἁγίου κατοικητηρίου σου. 

Ναί, Κύριε Ἰησοῦ, ὁ πᾶσαν τὴν κτίσιν τῇ δρακὶ ἔχων, τὴν γῆν σου κεκακωμένην ὑπὸ τοῦ ὀλεθρίου πυρὸς καινούργησον καὶ τὰς τῶν πυροπλήκτων καρδίας παραμύθησον, τοῖς δὲ ἐπ’ ἐλπίδι ἀναστάσεως ἐν πυρὶ θανοῦσι δούλοις σου συγχώρησον, μηδεμίαν αὐτοῖς ἁμαρτίαν καταλογίζων καὶ τοῦ αἰωνίζοντος πυρὸς αὐτοὺς ἀπαλλάττων. 

 Τὰς τῶν ἀνόμων βουλὰς ματαίωσον, τῶν τῇ τοῦ ἀνθρωποκτόνου πονηρᾷ συμβουλίᾳ μελετώντων πυρὶ κακῶσαι τὴν γῆν σου, αὐτοὺς δὲ διὰ μετανοίας εἰς σωτηρίαν ἀμεταμέλητον ὁδήγησον. 

Πάντας ἡμᾶς τῆς ἐπικινδύνου ἀμελείας ῥῦσαι, νοῦν ἡμῖν γρήγορον χαριζόμενος. 

Ἀνθρώπους τε καὶ κτήνη σῶσον, τὰς δὲ Μονὰς καὶ οἰκίας καὶ περιουσίας ἡμῶν τῇ παντοδυνάμῳ σου δεξιᾷ ἐκ τοῦ πυρὸς ἀλωβήτους διαφύλαξον· πρεσβείαις τῆς ὑπερευλογημένης Μητρός σου καὶ πάντων τῶν τῷ πυρὶ προσομιλησάντων καὶ εἰς τὴν σὴν Βασιλείαν ἀπαράντων ἁγίων σου, ἐν οἷς καὶ Νικήτα τοῦ μεγαλομάρτυρος, Εὐσεβίου, Νεοτάβου, Ζήνωνος, Ταράχου, Αἰμιλιανοῦ, Μαρκέλλου καὶ Δονάγου ἐπισκόπου Λιβύης τῶν μαρτύρων, τῶν δεκατριῶν ὁσιομαρτύρων τῆς Ἱερᾶς Μονῆς Παναγίας Καντάρας καὶ Ἠλία Ἀρδούνη τοῦ νεομάρτυρος. 

 Ιωάννης Τσιλιμιγκάκης

Η Χώρα αντιμετωπίζει λογοκρισία στα κοινωνικά δίκτυα. Αν θέλετε να βλέπετε τις δημοσιεύσεις ο μόνος ασφαλής τρόπος είναι η εγγραφή στο site. Είναι δωρεάν.

Πηγή: http://trelogiannis.blogspot.com/2021/08/blog-post_81.html

προηγούμενο
επόμενο
more

Facebook Comments