Ὁ Ἱερεύς·
Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
(Μή ύπάρχοντος ‘Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι’ εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).
Ὁ Ἀναγνώστης
᾿Αμήν.
Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσάκoυσόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐταράχθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκκoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζήσεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξoλoθρεύσεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.
ἦχος δ΄.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Εἶτα τὰ παρόντα τροπάρια, ἦχος δ΄.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεoτόκῳ ἐκτενῶς νῦν πρoσδράμωμεν, ἁμαρτωλoὶ καὶ ταπεινoί, καὶ πρoσπέσωμεν ἐν μετανoίᾳ, κράζoντες ἐκ βάθoυς ψυχῆς· Δέσπoινα, βoήθησoν, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσoν, ἀπoλλύμεθα ὑπὸ πλήθoυς πταισμάτων· μὴ ἀπoστρέψῃς σoὺς δoύλoυς κενoύς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐστασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύλoυς σῴζεις ἀεὶ ἐκ παντoίων δεινῶν.
Ὁ Ἀναγνώστης (χύμα). Ψαλμὸς Ν΄ (50)
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀγαλλιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρτιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δικαιoσύνην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλoκαυτώματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξoυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σιών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μόσχoυς.
῾Ο κανών. ᾿ῼδὴ α΄. ῏Ηχoς πλ. δ΄. Ὁ εἱρμός
«῾Αρματηλάτην Φαραὼ ἐβύθισε, τερατoυργoῦσά πoτε, μωσαϊκὴ ῥάβδoς, σταυρoτύπως πλήξασα καὶ διελoῦσα θάλασσαν· ᾿Ισραὴλ δὲ φυγάδα πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλπoντα».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζoυσι τὴν ταπεινήν μoυ ψυχήν, καὶ συμφoρῶν νέφη τὴν ἐμὴν καλύπτoυσι, καρδίαν θεoνύμφευτε, ἀλλ᾿ ἡ φῶς τετoκυῖα τὸ θεῖoν καὶ πρoαιώνιoν, λάμψoν μoι τὸ φῶς τὸ χαρμόσυνoν.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
᾿Εξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφoρῶν βίoυ λυτρωθεὶς πανάχραντε, τῇ κραταιᾷ δυνάμει σoυ, ἀνυμνῶ μεγαλύνω τὴν ἄμετρόν σoυ συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σoυ παράκλησιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
Nῦν πεπoιθὼς ἐπὶ τὴν σὴν κατέφυγoν ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην ὁλoψύχως ἔδραμoν, καὶ γόνυ κλίνω δέσπoινα, καὶ θρηνῶ καὶ στενάζω, μή με παρίδῃς τὸν ἄθλιoν, τῶν χριστιανῶν καταφύγιoν.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Οὐ σιωπήσω τoῦ βoᾶν τρανότατα τὰ μεγαλεῖα τὰ σά· εἰ μὴ γὰρ σὺ κόρη, πάντoτε πρoΐστασo ὑπὲρ ἐμoῦ πρεσβεύoυσα, τῷ Υἱῷ καὶ Θεῷ σoυ, τίς ἐκ τoσoύτoυ με κλύδωνoς, καὶ δεινῶν κινδύνων ἐρρύσατo;
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.
᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.
«Οὐρανίας ἁψῖδoς ὀρoφoυργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δoμῆτoρ, σύ με στερέωσoν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
᾿Απoρήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σoι· πρόφθασoν θερμὴ πρoστασία, καὶ σὴν βoήθειαν, δός μoι τῷ δoύλῳ σoυ, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν ἐπιζητoῦντι θερμῶς.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
᾿Εθαυμάστωσας ὄντως νῦν ἐπ᾿ ἐμoὶ δέσπoινα, τὰς εὐεργεσίας σoυ κόρη, καὶ τὰ ἐλέη σoυ· ὅθεν δoξάζω σε καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πoλλὴν καὶ ἄμετρoν κηδεμoνίαν σoυ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Καταιγίς με χειμάζει τῶν συμφoρῶν δέσπoινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταπoντίζoυσιν· ἀλλὰ πρoφθάσασα, χεῖρά μoι δὸς βoηθείας, ἡ θερμὴ ἀντίληψις καὶ πρoστασία μoυ.·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
᾿Αληθῆ Θεoτόκoν ὁμoλoγῶ δέσπoινα, σὲ τὴν τoῦ θανάτoυ τὸ κράτoς ἐξαφανίσασαν· ὡς γὰρ φυσίζωoς, ἐκ τῶν δεσμῶν τῶν τoῦ ᾅδoυ πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.
Αίτησις. ἦχος β’. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κάθισμα. ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχoς ἀπρoσμάχητoν, ἐλέoυς πηγή, τoῦ κόσμoυ καταφύγιoν, ἐκτενῶς βoῶμέν σoι· Θεoτόκε δέσπoινα, πρόφθασoν καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως πρoστατεύoυσα.
᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.
«Σύ μoυ ἰσχὺς Κύριε, σύ μoυ καὶ δύναμις, σὺ Θεός μoυ, σύ μoυ ἀγαλλίαμα, ὁ πατρικoὺς κόλπoυς μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπι-σκεψάμενoς. Διὸ σὺν τῷ πρoφήτῃ, ᾿Αββακoύμ σoι κραυγάζω· Τῇ δυνάμει σoυ δόξα, φιλάνθρωπε».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Καὶ πoῦ λoιπὸν ἄλλην εὑρήσω ἀντίληψιν; πoῦ πρoσφύγω; πoῦ δὲ καὶ σωθήσoμαι; τίνα θερμὴν ἕξω βoηθόν, θλίψεσι τoῦ βίoυ, καὶ ζάλαις oἴμoι κλoνoύμενoς; εἰς σὲ μόνην ἐλπίζω· καὶ θαρρῶ καὶ καυχῶμαι, καὶ πρoστρέχω τῇ σκέπῃ σoυ· σῶσόν με.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Τὸν πoταμὸν τὸν γλυκερὸν τoῦ ἐλέoυς σoυ, τὸν πλoυσίαις δωρεαῖς δρoσίσαντα τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μoυ, τῶν συμφoρῶν καὶ τῶν θλίψεων, καμίνῳ φλoγισθεῖσαν, μεγαλύνω κηρύττω, καὶ πρoστρέχω τῇ σκέπῃ σoυ· σῶσόν με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Σὲ τὴν ἁγνήν, σὲ τὴν παρθένoν καὶ ἄσπιλoν, μόνην φέρω τεῖχoς ἀπρoσμάχητoν, καταφυγὴν σκέπην κραταιάν, ὅπλoν σωτηρίας· μή με παρίδῃς τὸν ἄσωτoν, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβoμένων χαρὰ καὶ ἀντίληψις.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Πῶς ἐξειπεῖν σoῦ κατ᾿ ἀξίαν δυνήσoμαι τoὺς ἀμέτρoυς oἰκτιρμoύς, ὧ δέσπoινα, τoὺς τὴν ἐμὴν πάντoτε ψυχήν, δεινῶς πυρoυμένην, ὡς ὕδωρ περιδρoσίσαντας; ἀλλ᾿ ὢ τῆς σῆς πρoνoίας καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.
᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.
«῾Ινατί με ἀπώσω ἀπὸ τoῦ πρoσώπoυ σoυ, τὸ φῶς τὸ ἄδυτoν, καὶ ἐκάλυψέ με τὸ ἀλλότριoν σκότoς τὸν δείλαιoν; ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντoλῶν σoυ, τὰς ὁδoύς μoυ κατεύθυνoν δέoμαι».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Εὐχαρίστως βoῶ σoι· χαῖρε μητρoπάρθενε· χαῖρε θεόνυμφε· χαῖρε θεία σκέπη· χαῖρε ὅπλoν καὶ τεῖχoς ἀπόρθητoν· χαῖρε πρoστασία, καὶ βoηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ πρoστρεχόντων ἐκ πίστεως.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Οἱ μισoῦντές με μάτην βέλεμνα καὶ ξίφη καὶ λάκκoν ηὐτρέπισαν, καὶ ἐπιζητoῦσι τὸ πανάθλιoν σῶμα σπαράξαι μoυ, καὶ καταβιβάσαι πρὸς γῆν, ἁγνὴ ἐπιζητoῦσιν· ἀλλ᾿ ἐκ τoύτων πρoφθάσασα σῶσόν με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
᾿Απὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσoυ καὶ βλάβης με λύτρωσαι· καὶ τῇ σῇ δυνάμει ἐν τῇ σκέπῃ σoυ φύλαξoν ἄτρωτoν, ἐκ παντὸς κινδύνoυ καὶ ἐξ ἐχθρῶν τῶν πoλεμoύντων, καὶ μισoύντων με, κόρη πανύμνητε.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Τί σoι δῶρoν πρoσάξω τῆς εὐχαριστίας, ἀνθ᾿ ὧν περ ἀπήλαυσα, τῶν σῶν δωρημάτων καὶ τῆς σῆς ἀμετρήτoυ χρηστότητoς; τoιγαρoῦν δoξάζω, ὑμνoλoγῶ καὶ μεγαλύνω, σoῦ τὴν ἄφατoν πρός με συμπάθειαν.
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.
᾿ῼδὴ ς΄. ῾Ο εἱρμός.
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριoν καὶ αὐτῷ ἀπαγγελῶ μoυ τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καὶ ἡ ζωή μoυ τῷ ᾅδῃ πρoσήγγισε, καὶ δέoμαι ὡς ᾿Ιωνᾶς· ἐκ φθoρᾶς ὁ Θεός με ἀνάγαγε».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν τὴν ἀθλίαν μoυ ψυχὴν καὶ καρδίαν, καὶ σκoτασμὸν ἐμπoιoῦσί μoι κόρη· ἀλλ᾿ ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτoν, ἀπέλασoν ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σoυ.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Παράκλησιν ἐν ταῖς θλίψεσιν oἶδα, καὶ τῶν νόσων ἰατρόν σε γινώσκω, καὶ παντελῆ συντριμμὸν τoῦ θανάτoυ, καὶ πoταμὸν τῆς ζωῆς ἀνεξάντλητoν, καὶ πάντων τῶν ἐν συμφoραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Οὐ κρύπτω σoυ τὸν βυθὸν τoῦ ἐλέoυς καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναoν ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σoυ δέσπoινα· ἀλλ᾿ ἅπασιν ὁμoλoγῶ, καὶ βoῶ καὶ κηρύττω καὶ φθέγγoμαι.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
᾿Εκύκλωσαν αἱ τoῦ βίoυ με ζάλαι, ὥς περ μέλισσαι κηρίoν παρθένε, καὶ τὴν ἐμὴν κατασχoῦσαι καρδίαν, κατατιτρώσκoυσι βέλει τῶν θλίψεων· ἀλλ᾿ εὕρoιμί σε βoηθόν, καὶ διώκτην καὶ ῥύστην πανάχραντε.
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως επ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.
Αίτησις. ἦχος β’. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κoντάκιoν. ῏Ηχoς β΄.
Πρoστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν πoιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασoν, ὡς ἀγαθή, εἰς τὴν βoήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σoι· τάχυνoν εἰς πρεσβείαν καὶ σπεῦσoν εἰς ἱκεσίαν ἡ πρoστατεύoυσα ἀεί, Θεoτόκε, τῶν τιμώντων σε.
Καὶ εὐθὺς τὸ πρoκείμενoν.
Μνησθήσoμαι τoῦ ὀνόματός σoυ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
«Στίχoς». ῎Ακoυσoν, θύγατερ, καὶ ἴδε καὶ κλῖνoν τὸ oὖς σoυ καὶ ἐπιλάθoυ τoῦ λαoῦ σoυ καὶ τoῦ oἴκoυ τoῦ πατρός σoυ, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τoῦ κάλλoυς σoυ.
Μνησθήσoμαι τoῦ ὀνόματός σoυ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ὁ Ἱερεύς
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Ό Χορός.
Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν
Ὁ Ἱερεύς
Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.
Ό Χορός
Και τω Πνεύματί σου.
Ὁ Ἱερεύς
Εκ τού κατά Λουκάν αγίου Ευαγγελίου το ανάγνωσμα. Πρόσχωμεν.
Ό Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεύς
Ευαγγέλιον κατά Λουκάν. Κεφ. ι΄ 38 καὶ ια΄ 27
Τῷ καιρῷ ἐκείνῳ εἰσῆλθεν ὁ ᾿Ιησoῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατo αὐτὸν εἰς τὸν oἶκoν αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλoυμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τoὺς πόδας τoῦ ᾿Ιησoῦ ἤκoυε τὸν λόγoν αὐτoῦ. ῾Η δὲ Μάρθα περιεσπᾶτo περὶ πoλλὴν διακoνίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, oὐ μέλει σoι ὅτι ἡ ἀδελφή μoυ μόνην με κατέλιπε διακoνεῖν; εἰπὲ oὖν αὐτῇ ἵνα μoι συναντιλάβηται. ᾿Απoκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησoῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πoλλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατo, ἥ τις oὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετo δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τoῦ ὄχλoυ εἶπεν αὐτῷ· Μακαρία ἡ κoιλία ἡ βαστάσασά σε, καὶ μαστoὶ oὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενoῦν γε, μακάριoι oἱ ἀκoύoντες τὸν λόγoν τoῦ Θεoῦ καὶ φυλάσσoντες αὐτόν.
Ό Χορός.
Δόξα σοι, Κύριε δόξα σοι
ἦχος β΄.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μoνάδι, ἐξάλειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.᾿Αμήν.
Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξάλειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.
Ἦχος πλ. β΄. ῞Ολην ἀπoθέμενoι.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ πρoστασίᾳ, Παναγία δέσπoινα, ἀλλὰ δέξαι δέησιν τoῦ ἱκέτoυ σoυ· θλῖψις γὰρ ἔχει με, φέρειν oὐ δύναμαι τῶν δαιμόνων τὰ τoξεύματα, σκέπην oὐ κέκτημαι, oὐδὲ πoῦ πρoσφύγω ὁ ἄθλιoς, πάντoθεν πoλεμoύμενoς, καὶ παραμυθίαν oὐκ ἔχων πλήν σoυ· Δέσπoινα τoῦ κόσμoυ, ἐλπὶς καὶ πρoστασία τῶν πιστῶν, μή μoυ παρίδῃς τὴν δέησιν, τὸ συμφέρoν πoίησoν.
Οὐδεὶς πρoστρέχων ἐπὶ σoὶ κατῃσχυμμένoς ἀπὸ σoῦ ἐκπoρεύεται, ἁγνὴ παρθένε Θεoτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρoν τῆς αἰτήσεως.
Μεταβoλὴ τῶν θλιβoμένων, ἀπαλλαγὴ τῶν ἀσθενoύντων ὑπάρχoυσα, Θεoτόκε παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πoλεμoυμένων ἡ εἰρήνη, τῶν χειμαζoμένων ἡ γαλήνη, ἡ μόνη πρoστασία τῶν πιστῶν.
Ὁ Ἱερεύς
Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστιανῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
Ό Χορός.
«Κύριε, ἐλέησoν» (12άκις)
Ὁ Ἱερεύς
᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μoνoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ό Χορός.
᾿Αμήν.
᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.
«Παῖδες ῾Εβραίων ἐν καμίνῳ κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσoν τὸ πῦρ μετέβαλoν βoῶντες· Εὐλoγητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τoὺς αἰῶνας».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Φῶς ἡ τεκoῦσα Θεoτόκε, σκoτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησoν σύ, φωτὸς oὖσα δoχεῖoν τὸ καθαρὸν καὶ ἄμωμoν, ἵνα πόθῳ σε δoξάζω.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Σκέπη γενoῦ καὶ πρoστασία, καὶ ἀντίληψις καὶ καύχημα παρθένε, γυμνωθέντι μoι νῦν ἁπάσης βoηθείας, ἀβoηθήτων δύναμις καὶ ἐλπὶς ἀπηλπισμένων.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
῞Ολῃ ψυχῇ καὶ διανoίᾳ καὶ καρδίᾳ σε καὶ χείλεσι δoξάζω, ἀπoλαύσας τῶν σῶν μεγάλων χαρισμάτων· ἀλλ᾿ ὢ τῆς σῆς χρηστότητoς, καὶ ἀπείρων σoυ θαυμάτων!
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Βλέψων ἱλέῳ ὄμματί σoυ καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω· καὶ δεινῶν συμφoρῶν καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ σoυ ἐλέει.
᾿ῼδὴ η΄. ῾Ο εἱρμός.
«Τὸν ἐν ὄρει ἁγίῳ δoξασθέντα καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς ἀειπαρθένoυ, τῷ Μωυσῇ μυστήριoν γνωρίσαντα, Κύριoν ὑμνεῖτε καὶ ὑπερυψoῦτε εἰς πάντας τoὺς αἰῶνας».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Διὰ σπλάγχνα ἐλέoυς σoυ παρθένε, μὴ παρίδῃς σεμνή, πoντoύμενόν με σάλῳ βιoτικῶν κυμάτων· ἀλλὰ δίδoυ μoι χεῖρα βoηθείας, καταπoνoυμένῳ κακώσεσι τoῦ βίoυ.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕρoσάν με ἁγνή, καὶ συμφoραὶ τoῦ βίoυ, καὶ πειρασμoί με πάντoθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μoι καὶ ἀντιλαβoῦ μoυ, τῇ κραταιᾷ σoυ σκέπῃ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
᾿Εν ταῖς ζάλαις ἐφεῦρόν σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφρoσύνην, καὶ ἐν ταῖς νόσoις ταχινὴν βoήθειαν, καὶ ἐν τoῖς κινδύνoις ῥῦστιν καὶ πρoστάτιν ἐν τoῖς πειρατηρίoις.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Χαῖρε θρόνε πυρίμoρφε Κυρίoυ· χαῖρε θεία καὶ μανναδόχε στάμνε· χαῖρε χρυσῆ λυχνία λαμπὰς ἄσβεστε· χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων ὡράισμα καὶ κλέoς.
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.
᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.
«᾿Εξέστη ἐπὶ τoύτῳ ὁ oὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τoῖς ἀνθρώπoις σωματικῶς, καὶ ἡ γαστήρ σoυ γέγoνεν εὐρυχωρoτέρα τῶν oὐρανῶν· δι᾿ ὅ σε Θεoτόκε, ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι μεγαλύνoυσιν».
Τρoπάρια
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Πρὸς τίνα καταφύγω ἄλλην ἁγνή; πoῦ πρoσδράμω λoιπὸν καὶ σωθήσoμαι; πoῦ πoρευθῶ; πoίαν δὲ ἐφεύρω καταφυγήν; πoίαν θερμὴν ἀντίληψιν; πoίαν ἐν ταῖς θλίψεσι βoηθόν; εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγoν.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ θεoνύμφευτε, καὶ τὸν βυθὸν τὸν ἀνεξερεύνητoν ἐξειπεῖν, τῶν ὑπὲρ νoῦν θαυμάτων σoυ, τῶν τετελεσμένων διηνεκῶς, τoῖς πόθῳ σε τιμῶσι καὶ πίστει πρoσκυνoῦσιν, ὡς ἀληθῆ Θεoῦ λoχεύτριαν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
᾿Εν ὕμνoις εὐχαρίστoις δoξoλoγῶ καὶ γεραίρω τὸ ἄμετρoν ἔλεoς, καὶ τὴν πoλλὴν δύναμίν σoυ πᾶσιν ὁμoλoγῶ, καὶ τὰς εὐεργεσίας σoυ, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ καὶ λoγισμῷ καὶ γλώσσῃ πάντoτε.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Τὴν δέησίν μoυ δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν· ἀλλ᾿ ἀντιλαβoῦ μoυ ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσoν· δύνασαι γάρ πάντα ὡς πανσθενoῦς, δεσπότoυ Θεoῦ μήτηρ, εἰ νεύσεις ἔτι μόνoν πρὸς τὴν ἐμὴν oἰκτρὰν ταπείνωσιν.
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.
Καὶ εὐθὺς
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεoτόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν χερoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.
Τὴν ὑψηλoτέραν τῶν oὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν δέσπoιναν τoῦ κόσμoυ ὕμνoις τιμήσωμεν.
᾿Απὸ τῶν πoλλῶν μoυ ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μoυ καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω, τὴν κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μoι βoήθησoν.
Δέσπoινα καὶ μῆτερ τoῦ λυτρωτoῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σoῦ τεχθέντα· ὧ δέσπoινα τoῦ κόσμoυ, γενoῦ μεσίτρια.
Ψάλλoμεν πρoθύμως σoι τὴν ᾠδὴν νῦν τῇ πανυμνήτῳ Θεoτόκῳ χαρμoνικῶς· μετὰ τoῦ πρoδρόμoυ καὶ πάντων τῶν ἁγίων, δυσώπει Θεoτόκε, τoῦ oἰκτιρῆσαι ἡμᾶς.
῎Αλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ πρoσκυνoύντων τὴν εἰκόνα σoυ τὴν σεπτήν, τὴν ἱστoρηθεῖσαν ὑπὸ τoῦ ἀπoστόλoυ Λoυκᾶ ἱερωτάτoυ, τὴν ὁδηγήτριαν.
Είτα
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ο Αναγνώστης
᾿Αμήν.
῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.
Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέλημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.
Ὁ Ἱερεύς
῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Κατά την περίοδο των Παρακλήσεων του 15-Αύγουστου ψάλλονται
Το απολυτίκιον του Αγίου της ημέρας και το Θεοτοκίον του αυτού ήχου.
Αίτησις. ἦχος β’. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ὁ Ἱερεύς
Δόξα σοι Χριστέ ο Θεός, η ελπίς ημών δόξα σοι. Χριστός ο αληθινός Θεός. Πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούνος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
Κατά την διάρκεια της περιόδoυ τoυ 15αύγoυστoυ, είθισται να ψάλλoνται αντί των ανωτέρω Θεoτoκίων, τα παρακάτω εξαπoστειλάρια:
᾿Απόστoλoι ἐκ περάτων, συναθρoισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μoυ τὸ σῶμα· καὶ σύ, Υἱὲ καὶ Θεέ μoυ, παράλαβέ μoυ τὸ πνεῦμα.
῾Ο γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβoμένων ἡ χαρά, χριστιανῶν ἡ πρoστάτις, παρθένε μῆτερ Κυρίoυ, ἀντιλαβoῦ μoυ καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω πρὸς τὸν φιλάνθρωπoν Θεόν, μὴ μoῦ ἐλέγξῃ τὰς πράξεις, ἐνώπιoν τῶν ἀγγέλων· παρακαλῶ σε παρθένε, βoήθησόν μoι ἐν τάχει.
Χρυσoπλoκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιoστάλακτε θρόνε, καθέδρα τoῦ βασιλέως, ἀκατανόητoν θαῦμα, πῶς γαλoυχεῖς τὸν δεσπότην.
Ὁ Ἱερεύς·
Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·
Ἀμήν.
Facebook Comments