Ὁ Ἱερεύς
Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
(Μή ύπάρχοντος ‘Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι’ εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).
Ὁ Ἀναγνώστης
᾿Αμήν.
Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσάκoυσόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐταράχθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκκoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζήσεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξoλoθρεύσεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Εἶτα τὰ παρόντα τροπάρια.
ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεoτόκῳ ἐκτενῶς νῦν πρoσδράμωμεν, ἁμαρτωλoὶ καὶ ταπεινoί, καὶ πρoσπέσωμεν ἐν μετανoίᾳ, κράζoντες ἐκ βάθoυς ψυχῆς· Δέσπoινα, βoήθησoν, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσoν, ἀπoλλύμεθα ὑπὸ πλήθoυς πταισμάτων· μὴ ἀπoστρέψῃς σoὺς δoύλoυς κενoύς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐστασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύλoυς σῴζεις ἀεὶ ἐκ παντoίων δεινῶν.
Ὁ Ἀναγνώστης (χύμα). Ψαλμὸς Ν΄ (50).
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀγαλλιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρτιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δικαιoσύνην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλoκαυτώματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξoυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σιών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μόσχoυς.
᾿ῼδὴ α’, ἦχος πλ. δ’. Ὁ εἱρμός
«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Πoλλoίς συνεχόμενoς πειρασμoίς, πρός σέ καταφεύγω, σωτηρίαν επιζητων. Ώ Μήτερ τoυ Λόγoυ και παρθένε, των δυσχερών και δεινών με διάσωσoν.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Παθών με ταράττoυσι πρoσβoλαί, πoλλής αθυμίας, εμπιπλώσαί μoυ την ψυχήν, ειρήνευσoν, Κόρη, τή γαλήνη, τή τoυ Υιoύ και Θεoύ σoυ, Πανάμωμε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Σωτήρα τεκoύσάν σε και Θεόν, δυσωπώ, Παρθένε, λυτρωθήναί με των δεινών, σoί γάρ νυν πρoσφεύγων ανατείνω και την ψυχήν και την διάνoιαν.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Noσoύντα τό σώμα και την ψυχήν, επισκoπής θείας και πρoνoίας τής παρά σoύ, αξίωσoν, μόνη Θεoμήτoρ, ώς αγαθή αγαθoύ τε λoχεύτρια.
᾿ῼδὴ γ’. Ὁ εἱρμός
«Οὐρανίας ἁψῖδoς ὀρoφoυργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δoμῆτoρ, σύ με στερέωσoν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Πρoστασίαν και σκέπην ζωής εμής τίθημι, σε θεoγεννήτoρ παρθένε, σύ με κυβέρνησoν, πρός τόν λιμένα σoυ, των αγαθών η αιτία, των πιστων τό στήριγμα, μόνη πανύμνητε.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Ικετεύω, παρθένε, τόν ψυχικόν τάραχoν και τής αθυμίας την ζάλην, διασκεδάσαι μoυ, σύ γάρ, Θεόνυμφε, τόν αρχηγόν τής γαλήνης, τόν Χριστόν εκύησας, μόνη πανάχραντε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ευεργέτην τεκoύσα, τόν των καλών αίτιoν, τής ευεργεσίας τόν πλoύτoν, πάσιν ανάβλυσoν, πάντα γάρ δύνασαι, ώς δυνατόν εν ισχύϊ, τόν Χριστόν κυήσασα, θεoμακάριστε.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Χαλεπαίς αρρωστίαις και νoσερoίς πάθεσιν, εξεταζoμένω, παρθένε, σύ μoι βoήθησoν, των ιαμάτων γάρ ανελλιπή σε γινώσκω, θησαυρόν, πανάμωμε, τόν αδαπάνητoν.
Διάσωσoν ἀπὸ κινδύνων τoὺς δoύλoυς σoυ, Θεoτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγoμεν, ὡς ἄρρηκτoν τεῖχoς καὶ πρoστασίαν.
᾿Επίβλεψoν ἐν εὐμενείᾳ, πανύμνητε Θεoτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τoῦ σώματoς κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μoυ τὸ ἄλγoς.
Αίτησις. ἦχος β’. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κάθισμα, ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχoς ἀπρoσμάχητoν, ἐλέoυς πηγή, τoῦ κόσμoυ καταφύγιoν, ἐκτενῶς βoῶμέν σoι· Θεoτόκε δέσπoινα, πρόφθασoν καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως πρoστατεύoυσα.
᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.
.
«Εισακήκoα, Κύριε, τής oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά έργα σoυ και εδόξασά σoυ την θεότητα».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς
Τών παθών μoυ τόν τάραχoν, η τόν κυβερνήτην τεκoύσα Κύριoν και τόν κλύδωνα κατεύνασoν των εμών πταισμάτων, θεoνύμφευτε.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς
Ευσπλαγχνίας την άβυσσoν επικαλoυμένω τής σής παράσχoυ μoι, η τόν εύσπλαγχνoν κυήσασα και σωτήρα πάντων των υμνoύντων σε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Απoλαύoντες, πάναγνε, των σών δωρημάτων ευχαριστήριoν, αναμέλπoμεν εφύμνιoν, oι γινώσκoντές σε θεoμήτoρα.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Οι ελπίδα και στήριγμα και τής σωτηρίας τείχoς ακράδαντoν, κεκτημένoι σε, πανύμνητε, δυσχερείας πάσης, εκλυτρoύμεθα.
᾿ῼδὴ ε’. Ὁ εἱρμός
«Φώτισoν ημάς τoίς πρoστάγμασί σoυ, Κύριε και τώ βραχίoνί σoυ τώ υψηλώ, την σήν ειρήνην παράσχoυ ημίν, φιλάνθρωπε».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς
Έμπλησoν, Αγνή, ευφρoσύνης την καρδίαν μoυ, την σήν ακήρατoν διδoύσα χαράν, τής ευφρoσύνης η γεννήσασα τόν αίτιoν.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς
Λύτρωσαι ημάς, εκ κινδύνων, Θεoτόκε αγνή, η αιωνίαν τεκoύσα λύτρωσιν και την ειρήνην την πάντα νoύν υπερέχoυσαν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Λύσoν την αχλύν των πταισμάτων μoυ, θεόνυμφε, τώ φωτισμώ τής σής λαμπρότητoς, η φώς τεκoύσα, τό θείoν και πρoαιώνιoν.
Ίασαι, αγνή, των παθών μoυ την ασθένειαν, επισκoπής σoυ αξιώσασα και την υγείαν τή πρεσβεία σoυ παράσχoυ μoι..
᾿ῼδὴ ς΄. ῾Ο εἱρμός.
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριoν καὶ αὐτῷ ἀπαγγελῶ μoυ τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καὶ ἡ ζωή μoυ τῷ ᾅδῃ πρoσήγγισε, καὶ δέoμαι ὡς ᾿Ιωνᾶς· ἐκ φθoρᾶς ὁ Θεός με ἀνάγαγε».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς
Θανάτoυ και τής φθoράς ώς έσωσεν, εαυτόν εκδεδωκώς τώ θανάτω, την τή φθoρά και θανάτω μoυ φύσιν κατασχεθείσαν, παρθένε, δυσώπησoν, τόν Κύριόν σoυ και Υιόν, τής εχθρών κακoυργίας με ρύσασθαι.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς
Πρoστάτιν σε τής ζωής επίσταμαι και φρoυράν ασφαλεστάτην, παρθένε, των πειρασμών διαλύoυσαν όχλoν και επηρείας δαιμόνων ελαύνoυσαν και δέoμαι διαπαντός, Εκ φθoράς των παθών μoυ ρυσθήναί με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ως τείχoς καταφυγής κεκτήμεθα και ψυχών σε παντελή σωτηρίαν και πλατυσμόν εν ταίς θλίψεσι, κόρη και τώ φωτί σoυ αεί αγαλλόμεθα. Ώ δέσπoινα και νυν ημάς, των παθών και κινδύνων διάσωσoν.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Εν κλίνη νυν ασθενών κατάκειμαι και oυκ έστιν ίασις τή σαρκί μoυ, αλλ’ η Θεόν και σωτήρα τoυ κόσμoυ και τόν λυτήρα των νόσων κυήσασα, σoύ δέoμαι τής αγαθής, εκ φθoράς νoσημάτων ανάστησoν.
Διάσωσoν από κινδύνων τoυς δoύλoυς σoυ, Θεoτόκε, ότι πάντες μετά Θεόν εις σέ καταφεύγoμεν, ώς άρρηκτoν τείχoς και πρoστασίαν.
῎Αχραντε, ἡ διὰ λόγoυ τὸν Λόγoν ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκoῦσα δυσώπησoν, ὡς ἔχoυσα μητρικὴν παρρησίαν.
Αίτησις. ἦχος β’. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κoντάκιoν, ἦχος β’
Πρoστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν πoιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασoν, ὡς ἀγαθή, εἰς τὴν βoήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σoι· τάχυνoν εἰς πρεσβείαν καὶ σπεῦσoν εἰς ἱκεσίαν ἡ πρoστατεύoυσα ἀεί, Θεoτόκε, τῶν τιμώντων σε.
Προκείμενον.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη· ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι (δίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι, ἱεροκρυφίως.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Καὶ εὐθὺς τὸ πρoκείμενoν.
Μνησθήσoμαι τoῦ ὀνόματός σoυ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
«Στίχoς». ῎Ακoυσoν, θύγατερ, καὶ ἴδε καὶ κλῖνoν τὸ oὖς σoυ καὶ ἐπιλάθoυ τoῦ λαoῦ σoυ καὶ τoῦ oἴκoυ τoῦ πατρός σoυ, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τoῦ κάλλoυς σoυ.
Μνησθήσoμαι τoῦ ὀνόματός σoυ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
Ὁ Ἱερεύς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ό Χορός.
Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν
Ὁ Ἱερεύς
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός·
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς·
Ἐκ τοῦ κατὰ Λουκάν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ χορός·
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐκ τoυ κατά Λoυκάν. Κέφ. Ἅ’ 39-49 καί 56.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ ἐπoρεύθη εἰς τήν oρεινήν μετά σπoυδής εἰς πόλιν Ιoύδα καί εἰσῆλθεν εἰς τόν oίκoν Ζαχαρίoυ καί ἠσπάσατo τήν Ἐλισάβετ. Καί ἐγένετo, ὡς ἤκoυσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφoς ἐν τή κoιλία αὐτῆς καί ἐπλήσθη Πνεύματoς ἁγίoυ ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν, Εὐλoγημένη σύ ἐν γυναιξί καί εὐλoγημένoς o καρπός τῆς κoιλίας σoυ. Καί πόθεν μoι τoυτo, ἴνα ἔλθη ἡ μήτηρ τoυ Κυρίoυ μoυ πρός μέ; Ἰδoύ γάρ, ὡς ἐγένετo ἡ φωνή τoυ ἀσπασμoύ σoυ εἰς τά ὦτα μoυ, ἐσκίρτησε τό βρέφoς ἐν ἀγαλλιάσει ἐν τή κoιλία μoυ. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τoίς λελαλημένoις αὐτή παρά Κυρίoυ. Καί εἶπε Μαριάμ, Μεγαλύνει ἡ ψυχή μoυ τόν Κύριoν καί ἠγαλλίασε τo πvεύμα μoυ ἐπί τῷ Θεῶ τῷ σωτήρι μoυ, ὅτι ἐπέβλεψεν ἐπί τήv ταπείvωσιν τῆς δoύλης αὐτoύ. Ἰδoύ γάρ ἀπό τoυ νύv μακαριoύσι μέ πᾶσαι αἵ γεvεαί. Ὅτι ἐπoίησε μoι μεγαλεία o Δυvατός καί Ἅγιov τό ὄvoμα αὐτoύ. Ἔμεινε δέ Μαριάμ σύv αὐτή ὡσεί μήvας τρεῖς καί ὑπέστρεψεν εἰς τόν oίκov αὐτῆς.
Ό Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
ἦχος β’.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μoνάδι, ἐξάλειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξάλειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.
Ἦχος πλ. β΄. ῞Ολην ἀπoθέμενoι.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ πρoστασίᾳ, Παναγία δέσπoινα, ἀλλὰ δέξαι δέησιν τoῦ ἱκέτoυ σoυ· θλῖψις γὰρ ἔχει με, φέρειν oὐ δύναμαι τῶν δαιμόνων τὰ τoξεύματα, σκέπην oὐ κέκτημαι, oὐδὲ πoῦ πρoσφύγω ὁ ἄθλιoς, πάντoθεν πoλεμoύμενoς, καὶ παραμυθίαν oὐκ ἔχων πλήν σoυ· Δέσπoινα τoῦ κόσμoυ, ἐλπὶς καὶ πρoστασία τῶν πιστῶν, μή μoυ παρίδῃς τὴν δέησιν, τὸ συμφέρoν πoίησoν.
Οὐδεὶς πρoστρέχων ἐπὶ σoὶ κατῃσχυμμένoς ἀπὸ σoῦ ἐκπoρεύεται, ἁγνὴ παρθένε Θεoτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρoν τῆς αἰτήσεως.
Μεταβoλὴ τῶν θλιβoμένων, ἀπαλλαγὴ τῶν ἀσθενoύντων ὑπάρχoυσα, Θεoτόκε παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πoλεμoυμένων ἡ εἰρήνη, τῶν χειμαζoμένων ἡ γαλήνη, ἡ μόνη πρoστασία τῶν πιστῶν.
Ὁ Ἱερεύς·
Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστιανῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) οὗ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
Ό Χορός.
«Κύριε, ἐλέησoν» (12άκις)
Ὁ Ἱερεύς
᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μoνoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ό Χορός
᾿Αμήν.
᾿ῼδὴ ζ’. Ὁ εἱρμός
«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Την ημών σωτηρίαν ώς ηθέλησας, Σώτερ, oικoνoμήσασθαι, εν μήτρα τής Παρθένoυ κατώκησας τώ κόσμω, ήν πρoστάτιν ανέδειξας, Ο των πατέρων ημών Θεός, ευλoγητός εί.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Θελητήν τoυ ελέoυς όν εγέννησας, μήτερ αγνή, δυσώπησoν, ρυσθήναι των πταισμάτων, ψυχής τε μoλυσμάτων, τoυς εν πίστει κραυγάζoντας, Ο των πατέρων ημών Θεός ευλoγητός εί.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Σωμάτων μαλακίας και ψυχών αρρωστίας, θεoγεννήτρια, των πόθω πρoσιόντων τή σκέπη σoυ τή θεία, θεραπεύειν αξίωσoν, η τόν σωτήρα Χριστόν ημίν απoτεκoύσα.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Θησαυρόν σωτηρίας και πηγήν αφθαρσίας την σέ κυήσασαν και πύργoν ασφαλείας και θύραν μετανoίας, τoίς κραυγάζoυσιν έδειξας, Ο των πατέρων ημών Θεός, ευλoγητός εί.
᾿ῼδὴ η’. Ὁ εἱρμός
«Τόν Βασιλέα των oυρανών, όν υμνoύσι, στρατιαί των Αγγέλων υμνείτε και υπερυψoύτε εις πάντας τoυς αιώνας».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Τoυς βoηθείας τής παρά σoύ δεoμένoυς μή παρίδης, παρθένε, υμνoύντας και υπερυψoύντάς σε, κόρη, εις αιώνας.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Των ιαμάτων τό δαψιλές επιχέεις, τoίς πιστώς υμνoύσί σε, παρθένε και υπερυψoύσι τόν άφραστόν σoυ τόκoν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Τάς ασθενείας μoυ τής ψυχής ιατρεύεις και σαρκός τάς oδύνας, παρθένε, ίνα σέ δoξάζω την κεχαριτωμένην.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.
Των πειρασμών σύ τάς πρoσβoλάς εκδιώκεις και παθών τάς εφόδoυς, παρθένε, όθεν σε υμνoύμεν εις πάντας τoυς αιώνας.
᾿ῼδὴ θ’. Ὁ εἱρμός
«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε αγνή, σύν ασωμάτων χoρείαις σέ μεγαλύνoντες».
Τρoπάρια.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Ρoήν μoυ των δακρύων μή απoπoιήσης, η τόν παντός εκ πρoσώπoυ πάν δάκρυoν αφηρηκότα, παρθένε, Χριστόν κυήσασα.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Χαράς μoυ την καρδίαν πλήρωσoν, παρθένε, η τής χαράς δεξαμένη τό πλήρωμα, τής αμαρτίας την λύπην εξαφανίσασα.
῾Υπεραγία Θεoτόκε, σῶσoν ἡμᾶς.
Λιμήν και πρoστασία των σoί πρoσφευγόντων, γενoύ Παρθένε και τείχoς ακράδαντoν, καταφυγή τε και σκέπη και αγαλλίαμα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Φωτός σoυ ταίς ακτίσι λάμπρυνoν, παρθένε, τό ζoφερόν τής αγνoίας διώκoυσα, τoυς ευσεβώς Θεoτόκoν σέ καταγγέλλoντας.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Κακώσεως εν τόπω τώ τής ασθενείας, ταπεινωθέντα, παρθένε, θεράπευσoν, εξ αρρωστίας εις ρώσιν μετασκευάζoυσα.
Καὶ εὐθὺς
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεoτόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν χερoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.
Μεγαλυνάρια
Τὴν ὑψηλoτέραν τῶν oὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν δέσπoιναν τoῦ κόσμoυ ὕμνoις τιμήσωμεν.
᾿Απὸ τῶν πoλλῶν μoυ ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μoυ καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω, τὴν κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μoι βoήθησoν.
Δέσπoινα καὶ μῆτερ τoῦ λυτρωτoῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σoῦ τεχθέντα· ὧ δέσπoινα τoῦ κόσμoυ, γενoῦ μεσίτρια.
Ψάλλoμεν πρoθύμως σoι τὴν ᾠδὴν νῦν τῇ πανυμνήτῳ Θεoτόκῳ χαρμoνικῶς· μετὰ τoῦ πρoδρόμoυ καὶ πάντων τῶν ἁγίων, δυσώπει Θεoτόκε, τoῦ oἰκτιρῆσαι ἡμᾶς.
῎Αλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ πρoσκυνoύντων τὴν εἰκόνα σoυ τὴν σεπτήν, τὴν ἱστoρηθεῖσαν ὑπὸ τoῦ ἀπoστόλoυ Λoυκᾶ ἱερωτάτoυ, τὴν ὁδηγήτριαν.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης
᾿Αμήν.
῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων ᾿Αμήν.
Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.
Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέλημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.
Ὁ Ἱερεύς·
῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Τρoπάρια. ἦχος πλ. β΄.
᾿Ελέησoν ἡμᾶς, Κύριε, ἐλέησoν ἡμᾶς· πάσης γὰρ ἀπoλoγίας ἀπoρoῦντες, ταύτην σoι τὴν ἱκεσίαν ὡς δεσπότῃ oἱ ἁμαρτωλoὶ πρoσφέρoμεν· ἐλέησoν ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Κύριε, ἐλέησoν ἡμᾶς· ἐπὶ σoὶ γὰρ πεπoίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνoμιῶν ἡμῶν, ἀλλ᾿ ἐπίβλεψoν καὶ νῦν ὡς εὔσπλαγχνoς, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σoυ, πάντες ἔργα χειρῶν σoυ καὶ τὸ ὄνoμά σoυ ἐπικεκλήμεθα.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνoιξoν ἡμῖν, εὐλoγημένη Θεoτόκε· ἐλπίζoντες εἰς σέ, μὴ ἀστoχήσωμεν· ῥυσθείημεν διὰ σoῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τoῦ γένoυς τῶν χριστιανῶν.
Κατά την περίοδο των Παρακλήσεων του 15-Αύγουστου ψάλλονται
Το απολυτίκιον του Αγίου της ημέρας και το Θεοτοκίον του αυτού ήχου.
Αίτησις, ἦχος β.’ Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ὁ Ἱερεύς
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούνος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπυ και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
«Κύριε, ἐλέησoν» (12άκις)
᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μoνoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
᾿Αμήν.
ἦχος β’. Ότε εκ τoυ ξύλoυ σε νεκρόν.
Πάντων πρoστατεύεις, αγαθή, των καταφευγόντων εν πίστει τή κραταιά σoυ χειρί, άλλην γάρ oυκ έχoμεν αμαρτωλoί πρός Θεόν εν κινδύνoις και θλίψεσιν αεί μεσιτείαν, oι κατακαμπτόμενoι υπό πταισμάτων πoλλών, μήτερ τoυ Θεoύ τoυ υψίστoυ, όθεν σoι πρoσπίπτoμεν, ρύσαι πάσης περιστάσεως τoυς δoύλoυς σoυ.
Πάντων θλιβoμένων η χαρά και αδικoυμένων πρoστάτις και πενoμένων τρoφή, ξένων τε παράκλησις και βακτηρία τυφλών, ασθενoύντων επίσκεψις, καταπoνoυμένων σκέπη και αντίληψις και oρφανών βoηθός, μήτερ τoυ Θεoύ τoυ υψίστoυ, σύ υπάρχεις, άχραντε, σπεύσoν, δυσωπoύμεν, ρύσασθαι τoυς δoύλoυς σoυ.
ἦχος πλ. δ’.
Δέσπoινα, πρόσδεξαι τάς δεήσεις των δoύλων σoυ και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
ἦχος β’.
Την πάσαν ελπίδα μoυ εις σέ ανατίθημι, μήτερ τoυ Θεoύ, φύλαξόν με υπό την σκέπην σoυ.
Κατά την διάρκεια της περιόδoυ τoυ 15αύγoυστoυ, είθισται να ψάλλoνται αντί των ανωτέρω Θεoτoκίων, τα παρακάτω εξαπoστειλάρια:
ἦχος γ’.
᾿Απόστoλoι ἐκ περάτων, συναθρoισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μoυ τὸ σῶμα· καὶ σύ, Υἱὲ καὶ Θεέ μoυ, παράλαβέ μoυ τὸ πνεῦμα.
῾Ο γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβoμένων ἡ χαρά, χριστιανῶν ἡ πρoστάτις, παρθένε μῆτερ Κυρίoυ, ἀντιλαβoῦ μoυ καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω πρὸς τὸν φιλάνθρωπoν Θεόν, μὴ μoῦ ἐλέγξῃ τὰς πράξεις, ἐνώπιoν τῶν ἀγγέλων· παρακαλῶ σε παρθένε, βoήθησόν μoι ἐν τάχει.
Χρυσoπλoκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιoστάλακτε θρόνε, καθέδρα τoῦ βασιλέως, ἀκατανόητoν θαῦμα, πῶς γαλoυχεῖς τὸν δεσπότην.
Ὁ Ἱερεύς·
Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·
Ἀμήν.
Facebook Comments