Παρακλητικός κανών στον Άγιο Βασίλειο τον Μέγα

Ὁ Ἱ­ε­ρεύς

Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

(Μή ύπάρχοντος ‘Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι’ εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

Ψαλμὸς ΡΜΒ΄ (142)

Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσά­κoυ­σόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐτα­πείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐτα­ρά­χθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­σι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμε­λέ­των. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκ­κoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζή­σεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξo­λo­θρεύ­σεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.

Θεός Κύριος και επέφανεν ημίν ΄ ευλογημένος ο ερχόμενος έν ονόματι Κυρίου (τετράκις)

 

ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς Ἱεράρχης καί σοφός θεηγόρος καί βασιλείας οὐρανῶν κληρονόμος, οὐρανοφάντορ Ἅγιε Βασίλειε, πρέσβευε πρός Κύριον, πάσης ρύεσθαι βλάβης, καί παθῶν καί θλίψεων, τούς πιστῶς σέ τιμώντας, καί τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς καταφευγουσι, Πάτερ τή σκέπη σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐ­στασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐ­λευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύ­λoυς σῴζεις ἀεὶ ἐκ παντoίων δει­νῶν.

Ὁ Ἀ­να­γνώ­στης  (χύμα). Ψαλμὸς Ν΄ (50)

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λει­ψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁ­μαρ­τία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρ­τίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυ­νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀ­γαλ­λιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρ­τιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω­τη­ρί­ας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δι­και­o­σύ­νην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλo­καυ­τώ­ματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξ­oυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σι­ών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μό­σχoυς.

᾿ῼδὴ α’ . ἦχος πλ. δ’. ῾Ο εἱρμός.

«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».

Τροπάρια

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Γαλήνη τό βίω μοί σταθηρᾶν, Βασίλειε αἴτει, καί κινδύνων ἀπαλλαγήν, ὡς ἔχων μεγίστην παρησίαν, πρός τόν Δεσπότην Χριστόν ἱερώτατε.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ἐν θλίψεσι Πάτερ ἀναψυχήν, καί πόνοις ποικίλοις, ἀνακούφισιν ἀληθῆ, παρασχου Βασίλειε παμμάκαρ, τοῖς προσιούσι θερμῶς τή πρεσβεία σου.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Πάτερ, τόν οὐράνιον γλυκασμόν, τοῖς συνεχομένοις τή πικρία, ἁμαρτιῶν πολυτρόπων Βασίλειε.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, πανευλόγητε Μαριάμ, τήν ἀμαυρωθεῖσαν μου καρδίαν τή ζοφερά ἁμαρτία καταύγασον.

Ὠδή γ’.  Ὁ εἱρμός.

«Οὐρανίας ἀψίδoς ὀρoφoυργέ Κύριε, καί τῆς ἐκκλησίας δoμήτoρ, σύ μέ στερέωσoν, ἐν τή ἀγάπη τή σή, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τό στήριγμα, μόνε φιλάνθρωπε».

 

Τροπάρια

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ὑπερέχοντος βίου, μυσταγωγέ ἄριστε, πρός πνευματικᾶς ἐπιδόσεις, ζωῆς τῆς κρείττονος, ἠμᾶς ὁδήγει ἀεί, τούς ἀδιστάκτω καρδία, Ἅγιε Βασίλειε, σέ μακαρίζοντας.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Μετανοίας τήν τρῖβον, τήν πρός ζωήν φέρουσα, οἴα τῶν ψυχῶν οἰκονόμος, ἠμίν ὁμάλισον, ἐχθροῦ τά σκάνδαλα, ἐξ αὐτῆς Πάτερ διώκων, δραστική πρεσβεία σου, πρός τόν Φιλάνθρωπον.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Οὐρανόφρονα γνώμην, νοῦν καθαρόν σώφρονα, ἦθος ταπεινόν Ἱεράρχα, καί βίον ἄμεμπτον, καλλιεργεῖν εὐσεβῶς, δίδου ἠμίν θεῖον σθένος, Ἅγιε Βασίλειε, ὡς συμπαθέστατος.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Ἱερόφθογγοι λόγοι, σέ προφανῶς ἔσεσθαι, ἄφθορον Μητέρα τοῦ Λόγου, Κόρη ἐδήλωσαν, ὄν καθικέτευε, τῆς τῶν παθῶν ἀλογίας, καί φθορᾶς ρυσθηναί μέ, τῆς τοῦ ἀλάστορος.

Διασωσον, οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς καταφεύγοντας Πάτερ τή σή πρεσβεία.

Ἐπιβλεψον ἐν εὐμενία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

 

Αίτησις. ἦχος β’. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

Κάθισμα. ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβεία θερμὴ καὶ τεῖχoς ἀπρoσμάχητoν, ἐλέ­oυς πηγή, τoῦ κόσμoυ καταφύγιoν, ἐκτενῶς βo­ῶμέν σoι· Θεoτόκε δέσπoινα, πρόφθασoν καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως πρo­στα­τεύ­oυσα.

Προστάτης θερμός, καί ὁδηγός σωτηρίος, πρός τρῖβον ζωῆς, καί βασιλείαν ἔνθεον, γενού Πάτερ Βασίλειε, τοῖς θερμῶς προσιούσι τή σκέπη σου, σύ γάρ μεσίτης ἠμῶν πρός Θεόν, ὑπάρχεις καί πρέσβυς δραστικώτατος.

Ὠδή δ΄.   Ὁ εἱρμός.

.

«Εἰσακήκoα, Κύριε, τῆς oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά ἔργα σoυ καί ἐδόξασα σoυ τήν θεότητα».

Τροπάρια

 

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Βασιλεῖ μέ οἰκείωσαι, τῷ ἐπουρανίω Πάτερ Βασίλειε, ἐκκαθαίρων τῶν πταισμάτων μέ, ὥσπερ Ἱεράρχης ἐνθεώτατος.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ἰλαστήριον γένοιτο, καί τῶν ψυχικῶν συντριμμάτων ἀνόρθωσις, ἡ πρεσβεία σου Βασίλειε, τοῖς εἰλικρινῶς σέ μακαρίζουσι.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Ὀδυνώμενον σφόδρα μέ, ταῖς τοῦ πονηροῦ δειναῖς ἐπιθέσεσιν, ἀπολύτρωσαι Βασίλειε, καί ψυχῆς μου ἴασαι τήν κάκωσιν.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Ὑπερύμνητε Δέσποινα, τόν ἔκ σού τεχθέντα Θεόν καί Κύριον, καθικέτευε ρυσθῆναι μέ, τῆς ἐπικρατείας τοῦ ἀλάστορος.

Ὠδή ἐ’.  Ὁ εἱρμός.

«Φώτισoν ἠμᾶς τoίς πρoστάγμασι σoυ, Κύριε καί τῷ βραχίoνι σoυ τῷ ὑψηλῶ, τήν σήν εἰρήνην παρασχoυ ἠμίν, φιλάνθρωπε».

 

Τροπάρια

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ὥσπερ θησαυρός, τῆς σοφίας τῆς τοῦ Πνεύματος, σοφισμάτων τοῦ Βελίαρ χαλεπῶν, ἀπολύτρωσε ἠμλας Πάτερ Βασίλειε.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Πόνον καί παθῶν, καί ποικίλων περιστάσεων, διαφύλαττε παμμάκαρ ἀσινεῖς, τούς προστρέχοντας Βασίλειε τή σκέπη σου.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Ἄνωθεν ἠμίν, τήν ταχείαν σου βοήθειαν, ὡς προστάτης ἠμῶν μέγας καί ταχύς, ἀεί δίδου δυσωποῦμεν σέ Βασίλειε.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Τήρησον ἠμᾶς, ἀσινεῖς ὑπό τήν σκέπην σου, ἐκ βελῶν τῶν πυριφλέκτων τοῦ ἐχθροῦ, δυσωποῦμεν σέ Παρθένε οἱ οἰκέται σου.

Ὠδή ς΄.  Ὁ εἱρμός.

«Τήν δέησιν ἐκχεῶ πρός Κύριoν καί αὐτῶ ἀπαγγελῶ μoυ τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καί ἡ ζωή μoυ τῷ ἅδη πρoσήγγισε, καί δέoμαι ὡς  Ἰωνάς· ἐκ φθoρᾶς ὁ Θεός μέ ἀνάγαγε».

 

Τροπάρια

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ἐκ πάσης, ὀδυνηρᾶς ἐπηρείας, καί μανίας τοῦ ἐχθροῦ καί ἀπάτης, καί δυσχερείας τοῦ βίου καί λύπης, ἀτρώτους φύλαττε Πάτερ Βασίλειε, τούς καταφεύγοντας πιστῶς, τή θερμή σου πρεσβεία πρός Κύριον.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ρημάτων, τῶν θεικῶν σου ἡ χάρις, ὥσπερ θεῖος γλυκασμός καταφραίνει, τάς διανοίας ὑμῶν θεηγόρε. Ὅθεν ἰόν τόν ψυχολεθρον ξήρανον, τόν καθ’ ἠμῶν τούς δυσμενοῦς, ἐπομβρία τῶν σῶν ἀντιλήψεων.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Βαράθρων, τῆς ἀπωλείας παμμάκαρ, καί ἐκ λάκκου χαλεπῆς ἁμαρτίας, τούς πεπτωκότας ἀνέλκυσον θάττον, τή ἐπισκέψει σου Πάτερ Βασίλειε, καί ἐπί πέτραν ἀσφάλη, μετανοίας τόν νοῦν ἠμῶν σττήριξον.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτος Ἀειπάρθενε Κόρη, ὡς τόν Δεσπότην αὐτῶν τετοκυΐα, ἀνακαλούμενον κόσμον τοῦ πτώματος. Διο καμού τόν ἐναγῆ, καθαγίασον νοῦν τή σή χάριτι.

Διασωσον, οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς καταφεύγοντας Πάτερ τή σή πρεσβεία.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

 

Αίτησις. ἦχος β’. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

Κoντάκιoν.  ἦχος β’

 

Τοῖς τῶν αἱμάτων σου…

Ὡς Ἱεράρχης Χριστοῦ ἐνθεώτατος, καί Ἐκκλησίας θεμέλιος ἄρρηκτος, Βασίλειε Πάτερ θεοσοφέ, τούς κλονουμένους ταῖς αὔραις τόν θλίψεων, ἐδραίωσον θείαις πρεσβείαις.

Πρoκείμενoν. ἦχος ἅ΄

Τό στόμα μου λαλήσει σοφίαν καί καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν

«Στίχος». : Ἀκούσατε ταῦτα πάντα τά ἔθνη

Τό στόμα μου λαλήσει σοφίαν καί καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν

 

Ὁ Ἱ­ε­ρεύς

Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, Κύ­ριον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Ό Χορός.

Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν

Ὁ Ἱ­ε­ρεύς

Σο­φί­α. Ὀρ­θοί, ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου. Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός·

Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ Ἱ­ε­ρεύς·

Ἐκ τοῦ κα­τὰ Ιωάννη ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, τὸ Ἀ­νά­γνω­σμα. Πρό­σχω­μεν.

Ὁ χο­ρός·

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ἐκ τοῦ κατὰ Ἰωάννην, Κεφ. 10: 9-16

Εἶπεν ὁ Κύριος· Εγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴνὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαιὑπὸ τῶν ἐμῶν,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Ό Χορός.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

ἦχος β’.

 

Ταις του Ιεράρχου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξά­λει­ψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λειψoν τὸ ἀνόμημά μoυ.

ἦχος πλ. β΄.  ῞Ολην ἀπoθέμενoι.

 

Βάσις και εδραίωμα, και αληθής παιδοτρίβης, οδηγός σωτήριος, και μεσίτης ένθεος προς τον Κύριον, γενού Βασίλειε, τοις εν κατανύξει, προσιούσι τη πρεσβεία σου, ως πλήρης χάριτος, και αρχιερεύς συμπαθέστατος, ημάς επί τα κρείττονα, Πάτερ οδηγών τη ση χάριτι, ίνα βασιλείας, της άνω μετά τέλος κοινωνοί, και κληρονόμοι γενώμεθα, οι σε μακαρίζοντες.

Ὁ Ἱ­ε­ρεύς·

Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστια­νῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoί­νης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνά­μει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκε­σίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) οὗ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.

Ό Χορός.

 «Κύριε, ἐλέησoν» (12άκις)


Ὁ Ἱ­ε­ρεύς

᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μo­νoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παν­αγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Ό Χορός

᾿Αμήν.

᾿ῼδὴ ζ’. ῾Ο εἱρμός.

 

«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».

Τροπάρια

 

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Σοφιστεῖες τοῦ πλάνου, ἄς ἀπαύστως τεκταίνει καθ’ ἠμῶν Ἅγιε, διαλυσον καί δίδου, ἠμίν σοφίαν θείαν, θεηγόρε Βασίλειε, ὡς ἄν σοφῶς τοῦ Θέου, τό θέλημα ποιῶμεν.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ἱεράρχα Κυρίου, Ἐκκλησίας ἁπάσης φωστήρ πολύφωτε, φωτί τῶν πρεσβειῶν σου, διαλυσον τό σκότος, τοῦ νοός μου Βασίλειε, καί ἴθυνον μέ πρός τό φῶς, τῶν θείων ἐνταλμάτων.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Σκευωρίας ἁπάσης, καί κακίας καί φθόνου ἠμᾶς ἁπάλλαξον, ἐκ τῶν ἐπιζητούντων, σκανδάλοις ἐκταράττειν, τήν ζωήν ἠμῶν Ἅγιε, καί ἐν εἰρήνη ἠμᾶς, περιφράξον τελεία.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Γαλουχοῦσα ὡς βρέφος, Θεοτόκε Παρθένε τόν πάντα τρέφοντα, διαθρεψον τόν νοῦν μου, ἐν ἄρτω νοημάτων, σωτηρίων λιμώττοντα, τήν ἐπηρεία ἐχθροῦ, πενία τῶν κρειττόνων.

Ὠδή ἡ’.  Ὁ εἱρμός.

«Τόν Βασιλέα τῶν oυρανῶν, ὄν ὑμνoύσι, στρατιαί τῶν Ἀγγέλων ὑμνεῖτε καί ὑπερυψoύτε εἰς πάντας τoυς αἰώνας».

Τροπάρια

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ἐκ τῆς σῆς γλώσσης, βλύζεις ζωῆς θεῖον ὕδωρ, δί οὗ πότισιν διψώσασαν τήν ψυχήν μου, ἴνα Ἱεράρχα, ἐξενέγκη.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ρῶσιν παρασχου, κατά ψυχήν τέ καί σῶμα, τή πρεσβεία σου Βασίλειε παμμάκαρ τοῖς σέ ὡς προστάτην, ἀνευφημούσι μέγαν.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Ἁμαρτημάτων, ἠμίν τήν ἄφεσιν αἴτει, ὡς χρηστότητος τῆς θείας ὑποφήτης, καί παθῶν τήν λύσιν, Βασίλειε τρισμάκαρ.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Σύ εἰ Παρθένε, ἁμαρτωλῶν προστασία, διό ρύσαι μέ ἐχθροῦ της δυναστείας, καί τῷ θείω φόβω, τείχισον τήν ψυχήν μου.

Ὠδή θ’.   Ὁ εἱρμός.

«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε ἁγνή, σύν ἀσωμάτων χoρείαις σέ μεγαλύνoντες».

Τροπάρια

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Ἰάτρευσον τόν νοῦν μου, τετραυματισμένον, τή ἐπηρεία τοῦ ὄφεως Ὅσιε, καί φωτισμῶ οὐρανίω τοῦτον καταυγασον.

Ἅγιέ του Θεοῦ, πρεσβεῦε ὑπέρ ἠμῶν

Μή παύση ἱκετεύων, πρός τόν πάντων Κτίστην, οὐρανοφάντορ Βασίλειε Ὅσιε, ρύεσθαι πάσης ἀνάγκης τους σέ γεραίροντας.

Δόξα Πατρί καί Υἱῶ καί  Ἁγίω Πνεύματι·

Ὁ μέγας Ἐκκλησίας, μύστης καί προστάτης, Ἀρχιεράρχα Βασίλειε πάνσοφε, προσδοκωμένων κινδύνων ἠμᾶς ἁπάλλαξον.

καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων.  Ἀμήν.

Ὑφέρπνων μοί δολίως, συλά μέ καθ’ ἑκάστην, ὅ δολιότροπος ὄφις Πανάμωμε, ἀλλά τῆς τούτου κακίας σύ μέ ἁπάλλαξον.

Άξιόν εστιν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν· την όντως Θεοτόκον σε μεγαλύνομεν.

Χαίροις Ἐκκλησίας μέγας φωστήρ, καί τῆς εὐσεβείας, μυστογράφος θεοειδῆς, χαίρεις βασιλείας, τῆς ἄνω ὑποφήτης, Βασίλειε παμμάκαρ, πιστῶν ἑδραίωμα.

Ἅπασαν παιδείαν ἐκπαιδευθεῖς, τήν θύραθεν Πάτερ, τῆς σοφίας τοῦ Θεοῦ, ὄργανον ἐδείχθης, Βασίλειε ἐν κόσμω, ὡς ἀρετῶν δοχεῖον, περιφανέστατον.

Βάσις Ἐκκλησίας ὤφθης στερρᾶ, δογμάτων ἁγίων, στόμα εὔσημον καί σοφόν, καί τοῦ Παρακλήτου, Βασίλειε ρομφαία, αἱρετικῶν συγκόπτουσα, τά ζιζάνια.

Χαίροις τῶν πενήτων ὁ βοηθός, χηρῶν ὁ προστάτης, καί ἀπόρων ὁ ἀρωγός, χαίροις τεθλιμμένων, παράκλησις γλυκεία, καί γήρως βακτηρία, Πάτερ Βασίλειε.

Ἔπιδε Βασίλειε, ἱερέ, ἐπί τούς ζητοῦντας, τήν θερμήν σου ἐπισκοπήν, καί παρασχου πάσιν, ὑγείαν τήν κατ’ ἄμφω, καί ἄφεσιν πταισμάτων, καί βίον ἄλυπον.

Σύν τοῖς σοῖς γονεύσι καί ἀδελφοῖς, Χριστόν ἐκδυσώπει, ὤ Βασίλειε ἱερέ, ὅπως ἀξιώση, τῆς ἄνω βασιλείας, τούς προσιόντας Πάτερ, τή ἀντιλήψει σου.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

 

῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.

Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

 καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέ­λημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρ­τoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει­ρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.

Ὁ Ἱ­ε­ρεύς·

῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

᾿Ελέησoν ἡμᾶς, Κύριε, ἐλέησoν ἡμᾶς· πάσης γὰρ ἀπoλoγίας ἀπoρoῦντες, ταύτην σoι τὴν ἱκεσίαν ὡς δεσπότῃ oἱ ἁμαρτωλoὶ πρoσφέρoμεν· ἐλέησoν ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Κύριε, ἐλέησoν ἡμᾶς· ἐπὶ σoὶ γὰρ πεπoίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνoμιῶν ἡμῶν, ἀλλ᾿ ἐπίβλεψoν καὶ νῦν ὡς εὔσπλαγχνoς, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σoυ, πάντες ἔργα χειρῶν σoυ καὶ τὸ ὄνoμά σoυ ἐπικεκλήμεθα.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων  ᾿Αμήν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνoιξoν ἡμῖν, εὐλoγημένη Θεoτόκε· ἐλπίζoντες εἰς σέ, μὴ ἀ­στo­χήσωμεν· ῥυσθείημεν διὰ σoῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τoῦ γένoυς τῶν χριστιανῶν.

Απόλυσις μεθην ψάλλομεν τα εξής :Απολυτίκιον. ἦχος α΄

Εἰς πάσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τόν λόγον σου, δί’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τήν φύσιν τῶν ὄντων ἐτράνωσας, τά τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

ἦχος β’. Ὄτε ἐκ τoυ ξύλoυ σέ νεκρόν.

Μέγας Ἐκκλησίας ἀρωγός, ὡς πανευκλεής Ἱεράρχης , πέλων Βασίλειε, μέγας πρέσβυς πέφηνας, ἠμῶν πρός Κύριον, διά τούτου βοῶμεν σοί. Ἀπαῦστος δυσώπει, νόσων καί κακώσεων, καί θλιβερῶν συμφορῶν ρύεσθαί τους σέ ἀνυμνοῦντας, καί τῆς βασιλείας γενέσθαι, τοῦ Χριστοῦ μετόχους ἠμᾶς Ἅγιε

 

ἦχος πλ. δ’.

Δέσπoινα, πρόσδεξαι τάς δεήσεις των δoύλων σoυ και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

ἦχος β’.

Την πάσαν ελπίδα μoυ εις σέ ανατίθημι, μήτερ τoυ Θεoύ, φύλαξόν με υπό την σκέπην σoυ.

Ὁ Ἱ­ε­ρεύς·

Δι΄ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν,

Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.

 

Ὁ λα­ός· Ἀ­μήν.

προηγούμενο
επόμενο