Κανών Παρακλητικός στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή του Κυρίου ημών Ιησού Χριστού

Ὁ Ἱ­ε­ρεύς

Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

 (Μή ύπάρχοντος ‘Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι’ εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

Ψαλμὸς ΡΜΒ΄ (142)

Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσά­κoυ­σόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐτα­πείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐτα­ρά­χθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­σι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμε­λέ­των. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκ­κoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζή­σεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξo­λo­θρεύ­σεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.

Θεός Κύριος και έπέφανεν ήμΐν, εύλογημένος ό έρ

μένος έν όνόματι Κυρίου. (Τετράκις)

Τὴ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετάνοιᾳ κράζοντες ἐκ βάθους ψυχῇς. Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν  σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψεις σοὺς δούλους κενούς. Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Ὁ τοῦ Κυρίου μεγαλώνυμος κῆρυξ καὶ Ἀποστόλων ἡ κρηπὶς Ἰωάννη, θεομιμήτως πάριδε Πανάγιε, ἅπαντα τὰ πταίσματα, τῆς ἀθλίας ψυχῆς μου. Ρῦσαι ἐκ παντοίων με καὶ ποικίλων κινδύνων, καὶ τὸν κοινὸν ἰλέωσαι Θεόν, ἶνα ἐν κρίσει παράσχει μοὶ ἄφεσιν.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. εἰμὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἒως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ. Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ἀ­να­γνώ­στης (χύμα). Ψαλμὸς Ν΄ (50)

Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι, πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλωσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

᾿ῼδὴ α’ .ἦχος πλ. δ’. Ὁ εἱρμός

«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».

 

Τρoπάρια.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δεινῶν μὲ χειμάζουσι λογισμοί, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητών, Προφῆτα καὶ Πρόδρομε Κυρίου, ἐκ πάσης νόσου καὶ βλάβης με λύτρωσαι.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Παθῶν μὲ ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαι μου τὴν ψυχήν, εἰρήνευσον, Μάκαρ, ταῖς πρεσβείαις, ταῖς πρὸς Θεόν σου, Προφῆτα καὶ σῶσον με.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Τὸν γῆς καὶ θαλάσσης καὶ Οὐρανοῦ, Ποιητὴν ἁπάντων ἀοράτων καὶ ὁρατὸν ὡς αὐτὸν βαπτίσας ἐκδυσώπει, ἐκ πάσης νόσου καὶ βλάβης ρυσθήναι με.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῇς θείας καὶ προνοίας τῆς παρά σου, ἀξίωσον μόνη θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τὲ λοχεύτρια.

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.

«Οὐρανίας ἁψῖδoς ὀρoφoυργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δoμῆτoρ, σύ με στερέωσoν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στή­ριγ­μα, μόνε φιλάνθρωπε».

Τρoπάρια.

 

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Προστασίαν καὶ σκέπην, τὴν σὴν ἀεὶ δίδου μοι, ἐπικαλουμένω Προφῆτα, σὺ μὲ κυβέρνησον, ταὶς ἰκεσίαις σου, τὸν ἀσφαλή πρὸς λιμένα, καὶ δεσμῶν μὲ λύτρωσαι τοῦ πολεμήτορος.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱκετεύω, Προφῆτα, τὸν ψυχικὸν τάραχον, καὶ τάς προσβολάς τῶν δεινῶν νόσων πάντοτε, ἐπερχομένας μοι, ἐξ ἐμοῦ, Πρόδρομε, τάχυ, μακρὰν ἀποδίωξον ταὶς ἰκεσίαις σου.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Χαλεπαῖς ἁμαρτίαις, καὶ νοσεροῖς πάθεσι, περικλυζομένω, Προφῆτα, σὺ μοι βοήθησον, ὑπὸ τὴν σκέπην σου, ὁλοτελῶς προσφυγόντι, καὶ θερμῶς κραυγάζοντι, σῶσον μὲ Πρόδρομε.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πάσιν ἀνάβλυσον. πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Διάσωσον ἐκ πάσης νόσου Πρόδρομέ του Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αίτησις. ἦχος β’. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

(Ἦχος Δ’. Ταχὺ προκατάλαβε…)

 Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν κεφαλήν σου ἡμῖν , Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὐρέσει, ἄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς, ἐκ φθορᾶς, ταῖς ἰκεσίαις σου.

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.

.

«Εισακήκoα, Κύριε, τής oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά έργα σoυ και εδόξασά σoυ την θεότητα».

Τρoπάρια.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῶν παθῶν μου τὸν τάραχον, ὁ τὸν εἰρηνάρχην βαπτίσας Κύριον, ταῖς πρεσβείαις σου κατεύνασον, καὶ εἰς γῆν πραέων μὲ ἐνόρμισον.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εὐσπλαχνίας τὸ πέλαγος, ὁ ἀνυποστόλως κηρύξας ἄπασι, καθικέτευέ σου δέομαι, τῶν βασάνων ὅπως λυτρωθείημεν.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Ἀπολαύοντες, Πρόδρομε, τῶν σῶν δωρημάτων σοὶ χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σέ, Πανύμνητε, δυσχέρειας πάσης ἐκλυτρούμεθα.

᾿ῼδὴ ε’. Ὁ εἱρμός

«Φώτισoν ημάς τoίς πρoστάγμασί σoυ, Κύριε και τώ βραχίoνί σoυ τώ υψηλώ, την σήν ειρήνην παράσχoυ ημίν, φιλάνθρωπε».

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 

Τρoπάρια.

Πλήρωσον ἠμῶν, τάς αἰτήσεις τῶν τιμώντων σε, ὁ τοῦ ἀδύτου τὴν ὑφήλιον, φωτὸς πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λύτρωσον ἠμᾶς, ἐκ κινδύνων Βαπτιστά τοῦ Χριστοῦ, ὁ αἰωνίαν κηρύξας λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Λῦσον τῶν δεινῶν νοσημάτων τὴν ἀσθένειαν, τῶν πρεσβειῶν τῶν σῶν τὴ θερμότητι, ὁ τὸν Σωτῆρα βαπτίσαι φανείς ἐπάξιος.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἳασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῇς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν ταὶς πρεσβείαις σου παράσχου μοι.

᾿ῼδὴ ς΄. ῾Ο εἱρμός.

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριoν καὶ αὐτῷ ἀ­παγ­γελῶ μoυ τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καὶ ἡ ζωή μoυ τῷ ᾅδῃ πρoσήγγισε, καὶ δέoμαι ὡς ᾿Ιωνᾶς· ἐκ φθoρᾶς ὁ Θεός με ἀνά­γαγε».

 

Τρoπάρια.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἠμῶν.

Θανάτου καὶ τῆς φθορᾶς ἐξάρπασον, ἀφθαρσίαν μοὶ διδοὺς ἀπολαύειν, ἐκ πειρασμῶν καὶ κίνδυνων παντοίων, καὶ ἐξ ἑφόδου τῶν νόσων ἐξαίρων με. Δεήσεσι σαῖς Βαπτιστά, ἐν Κυρίῳ καὶ σῶσον μὲ δέομαι.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι, καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν, καὶ πειρασμῶν διαλύοντα νέφος, καὶ πᾶσαν νόσον καὶ βλάβην ἐλαύνοντα καὶ δέομαι ὁ δυσμενής, ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθήναι με.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

 Ἐν λάκκῳ ἁμαρτιῶν ἐμπέπτωκα, καὶ αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω. ἀλλ’ ὁ Θεὸς τὸν ἐκ λάκκου λεόντων, βαπτίσας πάλαι προφήτην ρυσάμενον, λιτάνευε ἵν ἐξ αὐτοῦ, ἀναγάγη με, Τίμιε Πρόδρομε.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. ὦ Δέσποινα καὶ νῦν ἠμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Διάσωσον ἐκ πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αίτησις. ἦχος β’. Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

 

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

 (Εἴτα τὸ Κοντάκιον. Ἦχος β’. τὰ ἄνω ζητῶν…)

Προφῆτα Θεοῦ καὶ Πρόδρομέ της χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ρόδον ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τᾶς ἰάσεις πάντοτε λαμβάνομεν. Καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

(Καὶ εὐθὺς τὸ Προκείμενον Ἦχος Δ’.)

      Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

     «Στίχoς».. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ὁ Ἱ­ε­ρεύς

Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, Κύ­ριον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Ό Χορός.

Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν

Ὁ Ἱ­ε­ρεύς

Σο­φί­α. Ὀρ­θοί, ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου. Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός·

Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ Ἱ­ε­ρεύς·

Ἐκ τοῦ κα­τὰ Ἰωάννην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, τὸ Ἀ­νά­γνω­σμα. Πρό­σχω­μεν.

Ὁ χο­ρός·

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (29—34.)

Τῷ καιρῷ ἐκείνῳ βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος ἔστι περὶ οὖ ἐγὼ εἶπον. Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ᾖν. καγώ οὐκ ἤδειν αὐτόν. ἀλλ’ ἵνα φανερωθῆ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων. Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν. Καγῶ οὐκ ἤδειν αὐτόν, ἀλλ’ ὁ πέμψας μὲ βαπτίζειν ἐν ὕδατι, ἐκεῖνος μοὶ εἶπεν. Ἐφ’ ὅν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίω. Καγώ ἐώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὖτος ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Ταῖς τοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμών ἐγκλημάτων.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ταὶς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμών ἐγκλημάτων.

Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λειψoν τὸ ἀνόμημά μoυ.

Ἦχος Πλ. Β’. Ὅλην ἀποθεμένοι…)

Προφῆτα καὶ Πρόδρομε, ψυχῆς ἐμῆς θυμηδία, δέξαι, Πανακήρατε, τὴν προσφερομένην σοι ἱκεσίαν μου, θλῖψις γὰρ ἔχει μὲ καὶ δεινὰ παντοία, Ἰωάννη μεγαλώνυμε, σῶσον τὸν δοῦλον σου, καὶ χειρὸς τοῦ δράκοντας με ἐξάρπασον, καὶ τούτου τῶν παγίδων νῦν, ὡς εὐσυμπαθής ἐλευθέρωσον, πρεσβείαν προσάγων, καθὸ κοινὸς μεσίτης πρὸς Θεόν, καὶ πάσης νόσου ἐκλύτρωσαι τὸν αὐτοκατάκριτον.

Ὁ Ἱ­ε­ρεύς·

Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστια­νῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoί­νης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνά­μει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκε­σίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) οὗ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.

Ό Χορός.

 «Κύριε, ἐλέησoν» (12άκις)


Ὁ Ἱ­ε­ρεύς

᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μo­νoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παν­αγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Ό Χορός

᾿Αμήν.

᾿ῼδὴ ζ’. Ὁ εἱρμός

 

«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».

 

Τρoπάρια.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῆς Ἀδὰμ ἁμαρτίας τὸ χειρόγραφον, Λόγον τὸν διαρρήξαντα, ἐν ρείθροις Ἰορδάνου κραυγάζων ὑπεδέξω, Ἰωάννη Πανεύφημε. Ὁ τῶν Πατέρων ἠμῶν Θεὸς εὐλογητὸς εἶ.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θελητὴν τοῦ ἐλέους, τὸν φιλάνθρωπον, Μάκαρ, ὑπὲρ τῶν δούλων σου, δυσώπει τῶν πταισμάτων καὶ νόσων ἰοβόλων, λυτρωθῆναι τοὺς ψάλλοντας. Ὁ τῶν Πατέρων ἠμῶν θεὸς εὐλογητὸς εἶ.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Θησαυρὸν σωτηρίας καὶ γαλήνιον ὅρμον, καὶ ἐν κινδύνοις ταχύν, προστάτην τοὶς καλοῦσιν, εἰδότες σε βοῶμεν, τὸ κλυδώνιον στόρεσον, ἀσθενειῶν, Βαπτιστά, ταῖς ἰκεσίαις σου.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σωμάτων μαλακίας καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθω προσιόντων τὴ σκέπη σου τῇ θεία, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστὸν ἡμῖν  ἀποτεκοῦσα.

᾿ῼδὴ η’. Ὁ εἱρμός

«Τόν Βασιλέα των oυρανών, όν υμνoύσι, στρατιαί των Αγγέλων υμνείτε και υπερυψoύτε εις πάντας τoυς αιώνας».

 

Τρoπάρια.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τοὺς βοηθείας τῆς παρά σοῦ δεομένους, μὴ παρίδης, Προφῆτα, βοώντας, καὶ ἐξαιτουμένους τὴν σὴν ἐπιστασίαν.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοὶς πιστῶς ὑμνοῦσι σε, Προφῆτα, καὶ ἀνευφημοῦσι, Παμμάκαρ Ἰωάννη.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

Τῆς σωτηρίας τὸν ἀρχηγὸν ἱκετεύων, τὸν Χριστόν, Προφῆτα, μὴ ἐλλίπης, ὅπως ἐκ βασάνων ρυσθῶμεν αἰωνίων.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῶν πειρασμῶν σὺ τάς προσβολάς ἐκδιώκεις, καὶ παθῶν τάς ἐφόδους, Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

᾿ῼδὴ θ’. Ὁ εἱρμός

«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε αγνή, σύν ασωμάτων χoρείαις σέ μεγαλύνoντες».

 

Τρoπάρια.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ροήν μου τῶν δακρύων μὴ ἀποποίησης, ὁ ἐν ροαῖς Ἰορδάνου τὸν πάντων Θεόν, συγκαταβάντα βαπτίσας, ὃν μεγαλύνομεν.

Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κακώσεως δαιμόνων, τῆς ἀδιαλείπτως ἐκπιεζούσης Προφῆτα με λύτρωσαι, καὶ ἐπηρείας τῆς τούτων δεῖξον ἀνώτερον.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι

 Ἰσχὺς καὶ θεραπεία, τῆς ἐξ ἀκρασίας καὶ χαλεπῆς ἁμαρτίας, Προφῆτα γενοῦ, κεκακωμένη ψυχή μου, ἵνα γεραίρω σε.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Μεγαλυνάρια

Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον, καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέρα τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὅντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἄγονον καὶ ἄκαρπον τὴν ψυχήν, κέκτημαι, Παμμάκαρ, φύλλα μόνον ἄνευ καρπῶν, ἔρημον ἁπάσης ἀγαθῆς ἐργασίας, Προφῆτα, ἀρετῶν με δεῖξον καρπούμενον.

Βαπτιστὰ καὶ Πρόδρομέ του Χριστοῦ, λύχνε φαεσφόρε, ἱκετεύω σὲ ἐκτενῶς, λύχνον ἄναψόν μου ψυχῆς τῆς ταλαίπωρου, ἐσκοτισμένην οὖσαν σὺ καταλάμπρυνον.

Δέομαι, Προφῆτα καὶ Βαπτιστά, μὴ με ὑπερίδης τὸν ἀνάξιον πρεσβευτήν, καταβαπτισθέντα τοὶς πάθεσι τοῦ βίου, καὶ ἐν βορβόρῳ ὄντα σὺ ἐξανάστησον.

Πρέσβευε Προφῆτα πρὸς τὸν Θεόν, ὑπὲρ τοῦ λαοῦ σου καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν καταφευγόντων τῇ σκέπη σου τῇ θεία, καὶ ρῦσαι πάσης νόσου καὶ περιστάσεως.

Δέσποινα καὶ Μήτηρ τοῦ λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἔκ σοῦ τεχθέντα, ὦ Δέσποινα τοῦ Κόσμου, γενοῦ μεσίτρια.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀ­να­γνώ­στης

᾿Αμήν.

῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.

Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέ­λημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρ­τoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει­ρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.

Ὁ Ἱ­ε­ρεύς·

῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

(Καὶ τὸ Τροπάριον. Ἦχος Β’.)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε, ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ρείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας χαίρων, εὐηγγελίσω καὶ τοῖς ἐν Ἅδῃ, Θεὸν ἀνερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν  τὸ μέγα ἔλεος.

Αίτησις. ἦχος β’ Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

Ἐν τὴ Ἀπολύσει, προσκυνοῦντες τὴν ἁγίαν Εἰκόνα, ψάλλομεν τὸ παρὸν Προσόμοιον

Ἦχος Β’ Ὃτε ἐκ τοῦ ξύλου σε νεκρὸν ….)

      Σπεῦσον ἐξελοῦ με πειρασμῶν, Πρόδρομε Κυρίου Παμμάκαρ, καθικετεύω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντες με, κατ’ ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπᾶσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν, μὴ με καταλίπῃς εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον, Προφῆτα, ὅτι σύ μου πέλεις καταφύγιον.

       Ὁ Ἱ­ε­ρεύς·

Δι΄ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν,

Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.

 

Ὁ λα­ός·Ἀ­μήν.

προηγούμενο
επόμενο