Ὁ Ἱερεύς
Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
(Μή ύπάρχοντος “Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι” εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).
Ὁ Ἀναγνώστης
᾿Αμήν.
Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσάκoυσόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐταράχθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκκoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζήσεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξoλoθρεύσεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Εἶτα τὰ παρόντα τροπάρια.
ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ὑπηρέτῃ τοῦ Χριστοῦ Πορφυρίῳ, χαριτωθέντι δωρεαῖς ἐξαισίαις,
προσείπωμεν δεόμενοι ἐκ βάθους ψυχῆς· ἅγιε Πορφύριε, ταπεινῶν ὁ προστάτης,
λύτρωσαι δεόμεθα, πατρικῇ σου πρεσβείᾳ, πάσης ἀνάγκης, νόσων καὶ δεινῶν,
τοὺς αἰτουμένους τὴν χάριν τὴν θείαν σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
Εὐαρεστήσας τῷ Χριστῷ ἐν τῷ κόσμῳ, μετὰ ἀγγέλων φωτεινῶν συγχορεύεις,
μεθ’ ὧν τὸν αἶνον ἄληκτον προσφέρεις τῷ Θεῷ, ὅσιε Πορφύριε, μύστα τῶν ἀποῤῥήτων,
ἀποκρύφων γνώστα τε μυστηρίων βαθέων, ἃ διορᾶν σοι ἔδωκε Χριστός,
βραβεύων, πάτερ, τὴν σὴν καθαρότητα.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.Θεοτοκίον.
Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐστασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύλoυς σῴζεις ἀεὶ ἐκ παντoίων δεινῶν.
Ὁ Ἀναγνώστης (χύμα). Ψαλμὸς Ν΄ (50).
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀγαλλιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρτιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δικαιoσύνην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλoκαυτώματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξoυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σιών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μόσχoυς.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ποῦ καταφύγω; Πορφυρίου σκέπῃ. Εὐαγγέλου.
᾿ῼδὴ α”, ἦχος πλ. δ”. Ὁ εἱρμός
«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω,
ὡς μεσίτῃ πρὸς τὸν Θεόν· εἰρήνευσον, πάτερ, τὴν ζωήν μου
καὶ παῦσον σάλον ἀθλίας καρδίας μου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
O῾σίως ἀνύσας σου τὴν ζωήν, εὐχαῖς σου νῦν εὗρες
παῤῥησίαν πρὸς τὸν Θεόν· πρὸς Ὃν μεσιτεύων ἀσθενοῦντας
ἰᾶσαι, πάτερ, καὶ λύεις νοσήματα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ὑμνῶν τὸν Σωτῆρα ἐν οὐρανοῖς φρουροῖς τὰς μονάς σου
ἐν τῷ Ἄθῳ καὶ Ἀττικῇ, παρέχων τὴν χάριν τοῖς σοῖς τέκνοις
τοῦ ἐκνικᾶν τὰ δαιμόνων φρυάγματα.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Θεοτοκίον.
Καυσοκαλυβίων τὸν ἀθλητὴν καὶ τὴν Θεοτόκον
ἀνυμνήσωμεν ἐν ᾠδαῖς, πρεσβεύειν αἰτοῦντες πρὸς Σωτῆρα
καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσι.
᾿ῼδὴ γ”. Ὁ εἱρμός
«Οὐρανίας ἁψῖδoς ὀρoφoυργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δoμῆτoρ, σύ με στερέωσoν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγαλλόμενοι πάντες, ὡς ἐν χορῷ, κράζομεν
σοῦ τοὺς ἄθλους, πάτερ, αἰνοῦντες καὶ τοὺς ἀγῶνάς σου
κατὰ τοῦ ἄρχοντος τῶν ἀκαθάρτων πνευμάτων, οὗ μανίας, ὅσιε,
σῷζε ὑμνοῦντάς σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταπεινώσεως ἄκρας, ὑπακοῆς πρότυπον
ὄντως ἀσκουμένων ἐγένου ὄρει ἐν Ἄθωνι
καὶ εἰς τὴν Εὔβοιαν, ἐν τῇ μονῇ Χαραλάμπους·
ὅθεν χάριν ἔλαβες πλήττειν τοὺς δαίμονας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ἀπορρήτων τὸν μύστην, θαυματουργὸν ὅσιον,
πάσης Ἀττικῆς τὸν προστάτην πάντες δοξάσωμεν,
ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος,
δι’ ὧν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Θεοτοκίον.
Φυλακτήριον πάντων ἀπὸ δεινῶν, θλίψεων,
σὺ ὑπάρχεις μόνη, Παρθένε φρούρει ὑμνοῦντάς σε
ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Πορφυρίου,
πανελλήνων Γέροντος, παντελεήμονος.
Διάσωσον ἀπό κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ,
τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αίτησις. ἦχος β”. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κάθισμα, ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχoς ἀπρoσμάχητoν, ἐλέoυς πηγή, τoῦ κόσμoυ καταφύγιoν, ἐκτενῶς βoῶμέν σoι· Θεoτόκε δέσπoινα, πρόφθασoν καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως πρoστατεύoυσα.
Φυλάξαι ἡμᾶς δεόμεθα ἐκ θλίψεων, τηρῆσαι πιστοὺς τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν,
Πορφύριε ὅσιε, τῆς Εὐβοίας ἅγιον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν καὶ πάντων ὁσίων ἐγκαλλώπισμα.
᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.
«Εισακήκoα, Κύριε, τής oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά έργα σoυ και εδόξασά σoυ την θεότητα».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψωθεὶς ἐν παλαίσμασι πρὸς τὸν φθονερὸν τῶν ἀνθρώπων τύραννον,
θεῖον στέφος, πάτερ, ἔλαβες νικητὴς προβὰς ὡς ὡραιότατος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γέρας πόνοις σου δέδοται τὸ διερμηνεύειν σε τὰ μυστήρια,
καὶ τὰ μέλλοντα προβλέπειν σε καὶ ἰᾶσθαι πάντα τὰ νοσήματα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ὦ καινὰ καὶ θαυμάσια τὰ τῇ χάριτί σου τερατουργούμενα!
Ποίοις λόγοις ὕμνους πλέξω σοι; Δειλιῶ, ὦ πάτερ, καὶ ἐξίσταμαι.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Θεοτοκίον.
Παναγία μου Δέσποινα, τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον,
ὑμνῳδεῖν σε καταξίωσον τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.
ῼδὴ ε”. Ὁ εἱρμός
«Φώτισoν ημάς τoίς πρoστάγμασί σoυ, Κύριε και τώ βραχίoνί σoυ τώ υψηλώ, την σήν ειρήνην παράσχoυ ημίν, φιλάνθρωπε».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥῶσιν ἐν δεινοῖς σέ, Πορφύριε, κεκτήμεθα,
σοὶ προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς,
ὡς μεσίτῃ πρὸς Θεὸν τὸν πανοικτίρμονα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Φύλαξον ἡμᾶς τοὺς τιμῶντάς σε, Πορφύριε,
χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Θεοτοκίον.
Ὕμνον σοι, Ἁγνή, εὐφροσύνως ἀναμέλπομεν,
τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν, καὶ πικρίαν Εὔας λύσασαν τῷ τόκῳ σου.
᾿ῼδὴ ς΄. ῾Ο εἱρμός.
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριoν καὶ αὐτῷ ἀπαγγελῶ μoυ τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καὶ ἡ ζωή μoυ τῷ ᾅδῃ πρoσήγγισε, καὶ δέoμαι ὡς ᾿Ιωνᾶς· ἐκ φθoρᾶς ὁ Θεός με ἀνάγαγε».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥωννύμεθα ταῖς εὐχαῖς σου, ὅσιε, καὶ ψυχὰς εἰς οὐρανοὺς ἀνυψοῦμεν,
ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι,
Πορφύριε, πάτερ ἡμῶν· ὅθεν πάντες κοινῇ ἀνυμνοῦμέν σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰώμενος πᾶσαν νόσον, ὅσιε, ἀγαπᾶν ἡμᾶς Σωτῆρα κελεύεις
ὅλῃ ψυχῇ, καὶ νοΐ, καὶ καρδίᾳ, καὶ πρὸς Αὐτὸν ἀναπέμπειν τὴν δέησιν,
ὅτι Αὐτὸς προνοητὴς καὶ ἡμῶν ἀντιλήπτωρ γεγένηται.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ὁλόφωτος ἡ σεπτή σου, ὅσιε, κεφαλή, χάριτι θείᾳ ἐφάνη
τὸν θεῖον μύστην Χριστοῦ προδηλοῦσα τῇ προσελθούσῃ γυνῇ πρὸς προσκύνησιν,
πληρώσασα ἐκ θαυμασμοῦ τὴν ψυχὴν ταύτης, μάκαρ Πορφύριε.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Θεοτοκίον.
Ὑμνοῦντές σε, Θεοτόκε Ἄχραντε, τὰς ψυχὰς ἡμῶν γαλήνης πληροῦμεν,
τῇ τοῦ Υἱοῦ σου ἀγάπῃ θαῤῥοῦντες καὶ μητρικαῖς σου πρεσβείαις ἐλπίζοντες,
δεόμενοι ἐπιτυχεῖν παραδείσου τερπνοῦ ἀπολαύσεως.
Διάσωσον ἀπὸ κινδύνων, Πορφύριε, σοὺς ἱκέτας
καὶ παράσχου τῇ σῇ μονῇ βοήθειαν, ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,
δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αίτησις. ἦχος β”. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κoντάκιoν, ἦχος β”
Πρoστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν πoιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασoν, ὡς ἀγαθή, εἰς τὴν βoήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σoι· τάχυνoν εἰς πρεσβείαν καὶ σπεῦσoν εἰς ἱκεσίαν ἡ πρoστατεύoυσα ἀεί, Θεoτόκε, τῶν τιμώντων σε.
Στεναζόντων πάντων ἡ παράκλησις γέγονας, κλονουμένων ἐν πίστει, τοῖς θαύμασι στήριγμα.
Ὅθεν πάντες πρὸς τὴν σὴν χάριν σπεύδομεν πιστοὶ πολλῆς δέξασθαι σῆς ἀρωγῆς ἐν τῷ πελάγει τῆς ζωῆς καὶ τῇ ζάλῃ τῶν θλίψεων.
Δίδου ἡμῖν ὑγείαν, ψυχῆς τε τὴν εὐρωστίαν, εὐχαῖς σου, πάτερ, πρὸς Θεόν, ἱκετεύομεν οἱ δοῦλοί σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (γ΄)
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὁ Ἱερεύς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ό Χορός.
Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν
Ὁ Ἱερεύς
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός·
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς·
Ἐκ τοῦ κατὰ Ματθαίου ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ χορός·
Δόξα σοι, Κύριε, δόξα σοι.
Εὐαγγέλιον κατὰ Ματθαῖον (ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Ό Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καυσοκαλυβίων τε τοῦ ὄρους Ἄθωνος μύστην, μοναχῶν τὸ σέμνωμα,
ἱερέων πάντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα,
τῶν πιπτόντων σε ἀνόρθωσιν ἔγνωμεν, ὅσιε,καὶ τῶν δαιμονόντων τὴν λύτρωσιν·
γαλήνης ἡμῖν πρόξενον καὶ χαρᾶς μεγάλης τὸν αἴτιον.
Ὅθεν σοι βοῶμεν· μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς, ἰᾶσθαι, πάτερ Πορφύριε,
καὶ φυλάττειν δούλους σου.
Ὁ Ἱερεύς·
Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστιανῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) οὗ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
Ό Χορός.
«Κύριε, ἐλέησoν» (12άκις)
Ὁ Ἱερεύς
᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μoνoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ό Χορός
᾿Αμήν.
᾿ῼδὴ ζ”. Ὁ εἱρμός
«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν ἁπλότητι ὅλην τὴν ζωήν σου διῆλθες καὶ ὑπηρέτησας Θεῷ τε καὶ ἀνθρώποις,
νυκτός τε καὶ ἡμέρας προσευχόμενος, ὅσιε, καὶ φέρων πόνους ἠμῶν, Πορφύριε, παμμάκαρ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πατρικήν σου πρεσβείαν, ἐκζητοῦμεν, τρισμάκαρ, πρὸς τὸν Θεὸν ἡμῶν,
ἵνα διασωθῶμεν κινδύνων καὶ μανίας πονηροῦ πολεμήτορος,
θαῤῥοῦντες, πάτερ, τῇ σῇ μεγάλῃ εὐσπλαγχνίᾳ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ἠγαπήθης ὑφ’ ὅλων, ὡς ἀγάπην πηγάζων
καὶ πλημμυρῶν ἡμᾶς, πληγάς τε θεραπεύων,
δαιμόνια ἐκβάλλων, καὶ ἐκ πόνων λυτρούμενος,
παρέχων χάριν δ’ ἀεὶ τοῖς αἰτουμένοις πᾶσι.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Θεοτοκίον.
Εὐγνωμόνως ὑμνοῦμεν Σέ, Παρθένε καὶ μῆτερ
Θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμῳ
Σωτῆρα ἀπειράνδρως καὶ Θεὸν Πανοικτίρμονα,
πρὸς ὃν πρεσβεύεις ἀεὶ σωθῆναι τοὺς ἀνθρώπους.
᾿ῼδὴ η”. Ὁ εἱρμός
«Τόν Βασιλέα των oυρανών, όν υμνoύσι, στρατιαί των Αγγέλων υμνείτε και υπερυψoύτε εις πάντας τoυς αιώνας».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπὲρ ὑγείας καὶ σωτηρίας τοῦ κόσμου τὰς εὐχάς σου Χριστῷ σὺ προσάγεις,
ὅθεν σε ὑμνοῦμεν, Πορφύριε, θεόφρον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁμαρτιῶν μου Σὺ τὴν πληθὺν ἄφες, Σῶτερ,
Πορφυρίου θερμαῖς ἱκεσίαις, καὶ ἐν μετανοίᾳ
τὸν βίον μου παράσχου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Γαλήνην δίδου τρικυμιζούσῃ καρδίᾳ, τῶν δεινῶν τὰς ὀδύνας πραΰνων
χάριτί σου, πάτερ, καμνόντων εὐεργέτα.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Θεοτοκίον.
Γέγονας μήτηρ, ἐν παρθενίᾳ τελοῦσα, τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα,
ὃν ἐκδυσωποῦσα, κινδύνων σῴζεις πάντας.
᾿ῼδὴ θ”. Ὁ εἱρμός
«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε αγνή, σύν ασωμάτων χoρείαις σέ μεγαλύνoντες».
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐλέησον ἱκέτας καὶ προσπίπτοντάς σοι τὴν εὐσπλαγχνίαν τὴν σὴν ἀναμένοντας,
παρέχων χάριν, ὑγείαν καὶ τὴν μετάνοιαν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λαλήσας ὁ κωφός σοι τὴν εὐχαριστίαν, ὡς διὰ σοῦ σεσωσμένος, προσέφερε,
τῶν συγγενῶν θαυμαζόντων καὶ προσκυνούντων σε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ὁ νέος ἐν ὁσίοις καταπλήττεις πάντας τερατουργίαις σου, πάτερ Πορφύριε,
ἑλκύσας ἄνωθεν χάριν τῇ ταπεινώσει σου.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, Κεχαριτωμένη, ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν,
τεκοῦσα πᾶσι Σωτῆρα Θεὸν καὶ ἄνθρωπον.
Καὶ εὐθὺς
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεoτόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν χερoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.
Μεγαλυνάρια
Χαίροις τῶν ὁσίων ἡ καλλονὴ καὶ τῶν ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός. Χαίροις ἱερέων
τὸ στέφος καὶ ἡ δόξα, Πορφύριε τρισμάκαρ, Ἄθωνος καύχημα.
Ψάλλομέν σου, πάτερ, τὰς ἀρετάς, ταπεινοφροσύνην καὶ τὴν ἄκραν ὑπακοήν,
τὴν διάκρισίν τε ἁπλότητα, ἁγνείαν, ἀγάπης σου τὸ εὖρος τὸ ἀπροσμέτρητον.
Ὡς παιδίον γέγονας τῇ ψυχῇ, ἀμνησικακίαν καὶ ἁπλότητα ἐνδυθείς,
θείων χαρισμάτων τὸν πλοῦτον ἀποκρύπτων, τῇ ἀκενοδοξίᾳ πολιτευόμενος.
Διορατικῶν ἦσθα κορυφή, προφητῶν μεγάλων πλησιέστατος συγγενής·
ἰαματικῶν τε συνόμιλος ἁγίων, Πορφύριε, ἐδείχθης, Ἄθωνος κόσμημα.
Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς Ἰωάννην, ἐν τῆ Πάτμῳ σὺ γεγονώς,
ὤφθης μύστης μέγας τῶν θείων μυστηρίων, τὰ Χερουβεὶμ ἐγγίσας τῇ ταπεινώσει σου.
Ναυαγῶν τοῦ βίου ὤφθης λιμὴν καὶ τῶν θλιβομένων ἡ παράκλησις ἡ θερμή,
τῶν ἀπολωλότων ποιμὴν τῆς Ἐκκλησίας, καὶ κρήνη ἰαμάτων τῆς θείας χάριτος.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης
᾿Αμήν.
῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων ᾿Αμήν.
Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.
Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέλημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.
Ὁ Ἱερεύς·
῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, Πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην
καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός.
Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἡ Ἐκτενὴς καὶ Ἀπόλυσις.
Μετὰ τὴν Ἀπόλυσιν ψάλλομεν ἀργῶς τὰ κάτωθι τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσι τοῖς τιμῶσιν εὐλαβῶς ἱερὰν τὴν μνήμην σου, πάτερ, καὶ δεομένοις πιστῶς δώρησαι τὴν ἴασιν
παθῶν, Πορφύριε· καὶ κινδύνων καὶ θλίψεων καὶ ζάλης τοῦ κόσμου λύτρωσαι πρεσβείαις σου
τοὺς σοὶ προστρέχοντας· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, ὡς Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν, ὅσιε, πρὸς Κύριον.
ἦχος πλ. δ”.
Δέσπoινα, πρόσδεξαι τάς δεήσεις των δoύλων σoυ και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
ἦχος β”.
Την πάσαν ελπίδα μoυ εις σέ ανατίθημι, μήτερ τoυ Θεoύ, φύλαξόν με υπό την σκέπην σoυ.
Ὁ Ἱερεύς·
Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·
Ἀμήν.
Δίστιχον.
Πορφύριε, φύλαττε θερμαῖς εὐχαῖς σου
Εὐάγγελον μέλψαντα θαυμάσιά σου.
Εὐαγγέλου Καραδήμου, “Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικὸς Κανὼν καὶ Χαιρετισμοί), Ἀθήνα 2008