Ὁ Ἱερεύς·
Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
(Μή ύπάρχοντος “Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι” εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).
Ὁ Ἀναγνώστης
᾿Αμήν.
Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσάκoυσόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐταράχθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκκoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζήσεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξoλoθρεύσεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.
ἦχος δ΄.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
ἦχος δ΄.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τόν Ἱεράρχην καί Ποιμένα τόν ἄκακον, οἱ διαφόροις πειρασμοῖς συνεχόμενοι, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς. Πάτερ Ἀθανάσιε, ἰκεσίαις σου ρύσαι, ἠμᾶς ἐκ περιστάσεως, νόσων τέ καί κινδύνων, καί πάσης ἄλλης βλάβης καί φθορᾶς, ὡς παρρησίαν ἔχων πρός Κύριον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐστασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύλoυς σῴζεις ἀεὶ ἐκ παντoίων δεινῶν.
Ὁ Ἀναγνώστης (χύμα). Ψαλμὸς Ν΄ (50)
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀγαλλιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρτιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δικαιoσύνην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλoκαυτώματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξoυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σιών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μόσχoυς.
ού η Ακροστιχίς «Αθανάσιον υμνών, αρετήν αινώ».
῾Ο κανών. ᾿ῼδὴ α΄.῏Ηχoς πλ. δ΄.῾Ο εἱρμός.
«῾Αρματηλάτην Φαραὼ ἐβύθισε, τερατoυργoῦσά πoτε, μωσαϊκὴ ῥάβδoς, σταυρoτύπως πλήξασα καὶ διελoῦσα θάλασσαν· ᾿Ισραὴλ δὲ φυγάδα πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλπoντα».
Τρoπάρια
Ἀνατολῆς τῶν ἀρετῶν γενόμενος ἥλιος ἄδυτος, Ἀθανάσιε Πάτερ, τοῖς νῦν πρός τήν σκέπην σου, ἐν πίστει καταφεύγουσι, φωτισμόν σωτηρίας μετάδος ταῖς σαῖς δεήσεσι, λύων τήν ἀχλύν τῶν παθῶν ἠμῶν.
Θηριωδῶς τέ καί ἀσέμνως ἅπαντα σχεδόν τόν βίον μου, καταδαπανήσας ὁ μωρός καί ἄσωτος, εἰς ἐμαυτόν γενόμενος, τή Πηγή σου προστρέχω, καί σοί βοῶ, Ἀθανάσιε, σῶσον μέ θερμαῖς δεήσεσιν.
Ἀξιοχρέως τήν ὠδήν ὑφαίνομεν Πηγή σου τή ἱερά? διο καί πρός ταύτην, Πάτερ Ἀθανάσιε, ἐν πίστει καταφεύγομεν, ἑξαιτούμενοι χάριν, ἠμίν δοθῆναι καί ἄφθονον, ρῶσιν δί’ αὐτῆς τῶν παθῶν ἠμῶν.
Θεοτόκιον.
Θεοτόκιον.
Στρέψον ἐμοί τόν κοπετόν τῆς νόσου μου εἰς ὑγιείας χαράν? τόν σκοτεινόν σάκκον τόν τῆς καχεξίας μου, Παρθένε διαρρήξασα, τήν φαιδράν εὐεξίας, περιζωσον εὐφροσύνην μέ, καί ἀγαλλιάσεως πλήρωσον.
᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.
Νύν τον κακόν ο αγαθός, τον εν πολλή ασπλαγχνία, ο ακένωτος κρατήρ του ελέους τον αισχρόν τον ρυπαρόν, ο καθαρός απόπλυνον, Αθανάσιε Πάτερ, και ταις πρεσβείαις σου σώσόν με.
Τρoπάρια
Ἀειλαμπής ὡς πέρ ἀστήρ, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάσας τή ὑφήλιον πάσαν, τῶν παθῶν ἠμῶν, Σοφέ, τόν σκοτασμόν ἀπέλασον, καί πειρασμῶν ὁμίχλην, ταῖς σαῖς λιταῖς διασκέδασον.
Σέ ἀνυμνῶ πανευλαβῶς καί γοερῶς ἱκετεύω, ἐξελού μέ ἐκβοῶν τόν σόν δοῦλον, Ἀθανάσιε Σοφέ, κινδύνων τέ καί θλίψεων, ταῖς θείαις σου πρεσβείαις, καί τῆς μελλούσης κολάσεως.
Θεοτόκιον.
Εἰ καί κατήντησα, Σεμνή, εἰς λάκκον ταλαιπωρίας, καί εἰς βόθρον ἀπογνώσεως ὅλος? ἄλλ’ εἰδῶς σου τήν πολλήν καί ἄμετρον συμπάθειαν, χεῖρας σοί ἀνατείνω? ὅθεν οἰκτείρασα σῶσον μέ.
᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.
«Σύ μoυ ἰσχὺς Κύριε, σύ μoυ καὶ δύναμις, σὺ Θεός μoυ, σύ μoυ ἀγαλλίαμα, ὁ πατρικoὺς κόλπoυς μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπι-σκεψάμενoς. Διὸ σὺν τῷ πρoφήτῃ, ᾿Αββακoύμ σoι κραυγάζω· Τῇ δυνάμει σoυ δόξα, φιλάνθρωπε».
Τρoπάρια
Ἰλαστικά, δέχου σου δούλου ἐγκώμια, Ὀρθοδόξων στύλε καί κραταίωμα, καί καταφύγιον ἀψευδές, καί κατεγνωσμένω ἐμοί γενού ἰλαστήριον, καί ρύσαι μέ τοῦ Ἅδου, τῆς πικρᾶς καταδίκης, ταῖς λιταίς σου, Σοφέ Ἀθανάσιε.
Ὁ στεναγμός , Νινευϊτῶν προσδεξάμενος, Παντοκράτωρ Θεός τέ καί Κύριος, τήν ὀφειλήν τῶν ἁμαρτιῶν, πάσαν τήν ἐκείνων, ἀφῆκε, Πάτερ ὡς εὔσπλαγχνος. Διο σέ ἱκετεύω ἐξιλέωσον τοῦτον, παραβλέψαι καμού τά ἐγκλήματα.
Νόσου δεινῆς, πυρός σεισμοῦ τέ καί θλίψεως, καί παντοίας βλάβης, Ἀθανάσιε, τόν σόν οἰκέτην ἐκλιπαρῶ, ἁπάλλαξον τάχος, ταῖς πρός Θεόν ἰκεσίαις σου, καί ρύσαι μέ τῆς τούτων χαλεπῆς τυραννίδος, καί θανάτου ἀώρου ἑξάρπασον.
Θεοτόκιον.
Ρώσιν ψυχής, ρώσίν μοι σώματος δώρησαι, ίνα πράττω και ποιώ το θέλημα, του σου Υιού φόβω και χαρά˙ και γαρ εξισχύεις, ως Μήτηρ ούσα του Κτίστου μου, και πράττεις όσα θέλεις, τοις εν πίστει και πόθω τη ση σκέπη, Παρθένε, προστρέχουσιν.
᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.
«῾Ινατί με ἀπώσω ἀπὸ τoῦ πρoσώπoυ σoυ, τὸ φῶς τὸ ἄδυτoν, καὶ ἐκάλυψέ με τὸ ἀλλότριoν σκότoς τὸν δείλαιoν; ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντoλῶν σoυ, τὰς ὁδoύς μoυ κατεύθυνoν δέoμαι».
Τρoπάρια
Ὑλακήν τήν Ἀρείου, τοῦ παραφρονήσαντος σοφῶς ἐφίμωσας, τοῦ Πατρός τόν Λόγον ὁμοούσιον σύ Ἀθανάσιε, ἐκδιδάξας σέβειν? ὄν ἰλεούμενος μή παύση, ἀβλαβεῖς συντηρεῖσθαι τούς δούλους σου.
Μή παρίδης μέ, Πάτερ, πλείσταις περιστάσεσι, ζάλαις καί θλίψεσι, πανταχόθεν οἶμοι! συνεχόμενον καί πιεζόμενον, ἀλλά φρούρησον μέ ὑπό τήν σκέπην σου τήν θείαν, καί ταῖς θείαις πρεσβείαις σου σῶσον μέ.
Νομοθέτης κατέστης, καί τῶν εὐσεβούντων φωστήρ, Ἀθανάσιε? διο σοί βοῶμεν, ταῖς λιταίς σου ἠμᾶς καθοδήγησον, εἰς ὁδόν εὐθείαν τῶν τοῦ Κυρίου θελημάτων, καί κακίας δαιμόνων ἑξάρπασον.
Θεοτόκιον.
Αμαρτίαις επαύξω, άλλας αμαρτίας ο τλήμων εκάστοτε, και επισυνάγω της Γεέννης το πύρ το ανύποιστον, εν τη παναθλία εμού ψυχή, αφ’ ού με ρύσαι, προ της πείρας εκείνης Πανάμωμε.
᾿ῼδὴ ς΄. ῾Ο εἱρμός.
Ὤ Ἱεράρχα Χριστοῦ, τούς ὁμωνύμους σοί φύλαττε, καί πάντας τούς εὐσεβεῖς, τούς εἰς τήν ζωήρρυτον, Πηγήν σου προστρέχοντας, ἐκ παντός κινδύνου, σαῖς λιταῖς, καί περιστάσεων.
Τρoπάρια
Νοσήματα χαλεπά, ἐξ ἐμοῦ ποίησον, Πάνσεπτε, παρακαλῶ σέ θερμῶς, καί πάσαν τήν κάκωσιν ψυχῆς τέ καί σώματος, ταῖς θείαις λιταίς σου, καί κινδύνους καταδίωξον.
Ἀνύσας ἐπί τῆς γής, μεγάλους ἄθλους, Μακάριε, δεινῶν ἠμᾶς φοβερῶν, καί πάσης κακώσεως, ἐκλύτρωσαι τάχιον, ταῖς πρός τόν Σωτήρα πανιέροις σου δεήσεσι.
Θεοτόκιον.
Φωτί ἀπείρω τού σου, προσώπου μέ καταλάμπρυνον, Παρθενομῆτορ Ἁγνή, βυθοῦ ἀπογνώσεως ἀεί ἁπαλλάττουσα, καί πρός μετανοίας τούς λιμένας ἐμβιβάζουσα.
Διασωσον ἀπό παντοίων κινδύνων καί θλίψεων, Ἱεράρχα, τούς τήν σήν γεραίροντας Πηγήν τήν σωτήριον, ὡς ἔχων παρρησίαν ἐν Κυρίω.
Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως επ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.
Αίτησις. ἦχος β”. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κoντάκιoν.῏Ηχoς β΄.
Πρoστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν πoιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασoν, ὡς ἀγαθή, εἰς τὴν βoήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σoι· τάχυνoν εἰς πρεσβείαν καὶ σπεῦσoν εἰς ἱκεσίαν ἡ πρoστατεύoυσα ἀεί, Θεoτόκε, τῶν τιμώντων σε.
Προστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καί ἱκέτα πρός Χριστόν Ἱερώτατε, μή παρίδης Ἀθανάσιε τῶν σέ ὑμνούντων φωνᾶς, ἀλλά σπεῦσον ἀγαθέ, εἰς τήν βοήθειαν ἠμῶν τῶν πιστῶς κραυγαζόντων σοί τάχυνον ὡς οἰκτίρμων καί ρύσαι δεινῶν παντοίων, καί λοιμικῶν ἀσθενειῶν, ταῖς πρός τόν Κτίστην πρεσβείαις σου.
Καί εὐθύς τό πρoκείμενoν.
Τό στόμα μου λαλήσει σοφίαν, καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
«Στίχος». Ἀκούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην.
Τό στόμα μου λαλήσει σοφίαν, καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὁ Ἱερεύς
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Ό Χορός.
Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν
Ὁ Ἱερεύς
Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.
Ό Χορός
Και τω Πνεύματί σου.
Ὁ Ἱερεύς
Εκ τού κατά Ιωάννην αγίου Ευαγγελίου το ανάγνωσμα. Πρόσχωμεν.
Ό Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεύς
Ευαγγέλιον εκ του κατά Ιωάννην. (Ι’. 9 – 16).
Εἶπεν ὁ Κύριος Ἐγώ εἰμί ἡ θύρα δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται, καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμή ἴνα κλέψη, καί θύση, καί ἀπολέση ἐγώ ἦλθον, ἴνα ζωήν ἔχωσι, καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων ὁ μισθωτός δέ, καί οὐκ ὧν ποιμήν, οὗ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχόμενον, καί ἀφίησι τά πρόβατα καί φεύγει, καί ὁ λύκος ἁρπάζει αὐτά, καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἐστι, καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμᾶ, καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει μέ ὁ Πατήρ, καγῶ γινώσκω τόν Πατέρα καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἐστίν ἐκ τῆς αὐλῆς ταύτης, κακείνα μέ δεῖ ἀγαγεῖν? καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.
Ό Χορός.
Δόξα σοι, Κύριε δόξα σοι
ἦχος β΄.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, ἐλεῆμoν, ἐξάλειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξάλειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.
ἦχος πλ. β΄. ῞Ολην ἀπoθέμενoι.
Πολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρός σέ Ἀθανάσιε καταφεύγω, σῶσον μέ τόν ἀνάξιον, τόν πολλά πταίσαντα? ὡς οὐδείς ἄλλος γάρ, ἐν ἀνθρώποις ἐπλημμέλησα? διο τήν θείαν σου, χάριν ἑξαιτῶ ὁ πανάθλιος, προφθάσας σύ μέ οἴκτειρον, σαῖς πρός τόν Δεσπότην δεήσεσι? καί μή μέ ἐάσης εἰς τέλος κινδυνεύειν τόν εἰς σέ, πάσαν ἐλπίδα μου θέμενον, πιστῶν τά διασῶσμα.
Ὁ Ἱερεύς
Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστιανῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
Ό Χορός.
«Κύριε, ἐλέησoν» (12άκις)
Ὁ Ἱερεύς
᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μoνoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ό Χορός.
᾿Αμήν.
᾿ῼδὴ ζ”. ῾Ο εἱρμός.
«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».
Τρoπάρια.
Ρύεις Πάτερ καί σώζεις, ταῖς θερμαίς σου πρεσβείαις τούς πεφευγότας εἰς σέ? καί γάρ εἰ μή ἐφρούρεις, ἠμᾶς τούς σούς οἰκέτας, ἀπολώλαμεν ἅπαντες, καί ἐγενήθημεν ἄν καταβρῶμα δαιμόνων.
Ἐπηρείας παντοίας, Ἀθανάσιε Πάτερ, πιστῶν τό καύχημα, κινδύνων ἀδοκήτων, καί λύπης τόν σόν δοῦλον, ταῖς πρεσβείαις σου λύτρωσαι, καί ἐκ ποικίλων ἀεί ἀσθενειῶν μέ ρύσαι.
Τήν ψυχήν μου, ὤ Πάτερ, κατανύξεως πλῆσον καί εὐλαβείας θερμῆς, τήν θείαν ὅπως βρέχω, Εἰκόνα σου, Θεοφρον, ταῖς ροαῖς τῶν δακρύων μου, καί ἀποπλύνω ἀεί τόν ρύπον τῶν παθῶν μου.
Θεοτόκιον.
Ἐξ ἱδρώτων καί κόπων, στεναγμῶν τέ καρδίας, Θεογεννήτρια, συναίσθησις γεννᾶται, ἀπάθεια δ’ ἐκ ταύτης, ἤς καί φθᾶσαι τούς πρόποδας, ἀξιωθείην ἐγώ ὁ πταίσας ὑπέρ πάντας.
᾿ῼδὴ η”. ῾Ο εἱρμός.
«Τόν Βασιλέα των oυρανών, όν υμνoύσι, στρατιαί των Αγγέλων υμνείτε και υπερυψoύτε εις πάντας τoυς αιώνας».
Τρoπάρια.
Ἡ ζωηφόρος, καί γλυκυτάτη Πηγή σου, διαλύει, Ἀθανάσιε Πάτερ, νόσους καί κινδύνους ταῖς πρός Θεόν εὐχαίς σου.
Νόσων παντοίων, τούς προσκυνοῦντας ἐν πόθω, τήν πανσέβαστον Εἰκόνα σου θεοφρον, ρύσαι θλίψεων καί πόνων, λιταίς σου Ἱεράρχα.
Ἀθανασίου, τῷ Ἰατρείω προσφεύγω, πρός αὐτόν γοερῶς ἀνακράζων, ρύσαι μέ ὤ Πάτερ, κινδύνων ταῖς εὐχαίς σου.
Θεοτόκιον.
Ἴνα δοξάζω, καί προσκυνῶ μετά δέους, σού τό πάνσεπτον ὄνομα, Κόρη θλίψεως μέ πάσης, ἐκλύτρωσαι καί βλάβης.
᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.
«᾿Εξέστη ἐπὶ τoύτῳ ὁ oὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τoῖς ἀνθρώπoις σωματικῶς, καὶ ἡ γαστήρ σoυ γέγoνεν εὐρυχωρoτέρα τῶν oὐρανῶν· δι᾿ ὅ σε Θεoτόκε, ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι μεγαλύνoυσιν».
Τρoπάρια
Ἱκέτην σέ καί πρέσβυν πρός τόν Θεόν, πρεσβευσόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καί τῶν ὀφλημάτων καί τῶν χρεῶν, ἀποκοπᾶς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς, Θεοφρον, στηριζόμενος.
Νυμφῶνος ἀθανάτου ἐπιτυχεῖν, καί τρυφῆς Παραδείσου ἀξίωσον, τόν ἐπί γής, θεῖον σέ προστάτην μετά Θεόν, θεῖον ἱκέτην ἔχοντα, ὑπέρμαχον μέγαν καί ἰατρόν? διο ἐνδιαθέτως, τολμώντα ταῦτα λέγειν, σῶσον μέ Πάτερ, ταῖς πρεσβείαις σου.
Ὤ πόση εὐφροσύνης καί φωτισμοῦ, καί χαρᾶς ὑπερμέτρου πληρούμεθα! Σού τή σεπτή, Πηγή προσπελάζοντες εὐλαβῶς? προρρέει γάρ οὐράνιον, καί θεῖον, Ἀθανάσιε γλυκασμόν, διώκοντα τά πάθη, τῶν πόθω σέ τιμώντων, καί τήν ὑγίειαν δωρούμενον.
Θεοτόκιον.
Μαρία Θεοτόκε, σύ τῆς ἐμῆς, ταλαιπώρου καρδίας τά τραύματα καί τῆς ψυχῆς, ἕλκη τά δυσίατα καί πολλά, καί τῆς σαρκός μου Δέσποινα, θεία ἐπισκέψει σου τάς δεινάς, θεράπευσον ὀδύνας, καί λύσόν μου τάς νόσους, τάς τῆς ψυχῆς τέ καί τοῦ σώματος.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεoτόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν χερoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.
και τα παρόντα Μεγαλυνάρια.
Τόν ἐν Ἱεράρχαις θαυματουργόν, καί τόν ἐν κινδύνοις ἀπροσμάχητον βοηθόν, τόν θεῖον ποιμένα καί λάτριν τοῦ Δεσπότου, Ἀθανάσιον Μέγαν, ὕμνοις τιμήσωμεν.
Τῶν Ἀρχιερέων τήν καλλονήν, καί τῆς Ἐκκλησίας ἐγκαλώπισμα τό τερπνόν, καί ἠμῶν τῶν πάνυ ἁμαρτωλῶν προστάτην, Ἀθανάσιον Μέγαν δοξολογήσωμεν.
Χαίροις Ἐκκλησίας θεῖε ἀστήρ, οἰκουμένης δόξα, Ἱερέων ὑπογραμμός, Πατέρων λαμπρότης, τῆς χάριτος δοχεῖον, Χριστιανῶν προστάτα, ὤ Ἀθανάσιε.
Ἔχει μέν τό πνεῦμα σου οὐρανός, ἠμεῖς δέ πλουτοῦμεν τήν Εἰκόνα σου τήν σεπτήν, ἤν περικυκλοῦντες μετ’ ἀνεικάστου πόθου, τιμῶντες προσκυνοῦμεν, ὤ Ἀθανάσιε.
Τῷ Θεῶ τῶν ὅλων νῦν παρεστῶς, αἴτησαι πταισμάτων τοῖς τιμῶσι σέ παρ’ αὐτοῦ, ἄφεσιν δοθῆναι, Ἀθανάσιε Πάτερ, καί τῶν ἐπερχομένων δεινῶν τήν λύτρωσιν.
Φύλαττε καί σκέπε ταῖς σαῖς εὐχαῖς, πάντας τούς τιμώντας τήν ζωήρρυτόν σου Πηγήν, καί τήν σήν Εἰκόνα, καί αἰωνίως ρύσαι, ἐκ θλίψεως παντοίας, ὤ Ἀθανάσιε.
Θεοτόκιον.
Δέσποτα φιλάνθρωπε Βασιλεῦ, μή ἀκούσω τότε ἐν ἡμέρα τή φοβερά, φωνῆς τῆς ὀργῆς σου εἰς πῦρ ἀποπεμπούσης, ἄλλ’ οἴκτειρον πρεσβείαις τῆς κυησάσης σέ.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ο Αναγνώστης
᾿Αμήν.
῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.
Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέλημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.
Και το Τροπάριον Ήχος Γ’.
Στύλος γέγονας Ορθοδοξίας, θείοις δόγμασιν υποστηρίζων την Εκκλησίαν, Ιεράρχα Αθανάσιε, τω γαρ Πατρί τον Υιόν ομοούσιον, ανακηρίξας κατήσχυνας Άρειον, Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Θεοτόκιον.
Θρόνος πάγχρυσος τοῦ βασιλέως, καί παράδεισος διηνθισμένος, ἀνεδείχθης, Θεοτόκε Πανάχραντε τόν γάρ Θεόν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἠμᾶς θείαις χάρισιν. Ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα σέ, κηρύττομεν ἀεί καί μεγαλύνομεν.
Είτα εκτενής, και απόλυσις˙ καθ’ ήν ψάλλομεν τα παρόντα Προσόμοια˙
Ήχος Β’. Ότε εκ του ξύλου σε νεκρόν.
Ὕμνοις Ἀθανάσιε τήν σήν, Κρήνην τήν ζωήρρυτον ὄντως, καί ἀνεξάντλητον, τήν ἀναβλυστάνουσαν ρεῖθρα ἰάσεων, καί προχέουσαν χάριτας πάσι τοῖς αἰτούσι, συμφώνως αἰνέσωμεν κατασπαζόμενοι, πόθω τήν σεπτήν σου Εἰκόνα, πιστῶν παραμύθιον οὖσαν, καί τῶν νόσων φάρμακον ἀποίκιλον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι·
Πάσι τή Πηγή σου εὐλαβῶς, καί τή πανσεβάστω Εἰκόνι σου καταφεύγουσιν, Ἱεράρχα ἔνδοξε ὤ Ἀθανάσιε, χορηγεῖς τά αἰτήματα ταῖς σαῖς ἰκεσίαις, τάχιστα ρυόμενος τῶν ἀδοκήτων δεινῶν, λύπης καί παντοίων κινδύνων, νόσων ἐμπρησμοῦ καί σεισμοῦ τέ, λοιμοῦ καί λιμοῦ τέ καί τῶν θλίψεων.
καί νῦν καί ἀεί καί εἰς τoύς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάντες προσκυνοῦμεν σέ πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, Ἄχραντε Πανάμωμε Θεοχαρίτωτε, ρύσαι πάντας τῶν θλίψεων, τή σῆ μεσιτεία, δυσωπεῖ σέ Δέσποινα ὁ Ἀθανάσιος, μετά τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἠμᾶς σῶ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.
Ὁ Ἱερεύς·
Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·
Ἀμήν.