Νικηφόρου ιερομονάχου του Κρητός.
Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
(Μή ύπάρχοντος ‘Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι’ εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).
Ὁ Ἀναγνώστης
᾿Αμήν.
Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσάκoυσόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐταράχθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκκoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζήσεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξoλoθρεύσεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.
ἦχος δ΄.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
ἦχος δ΄.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς
καὶ προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον,
βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων
κίνδυνων· μὴ ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τὴν σὴν γὰρ σκέπην βεβαίαν ἐλπίζομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Οὐ δυνησόμεθα Σταυρὲ τοῦ Κυρίου, τὰ σὰ θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι.
Εἰ μὴ γὰρ σοὶ παρεῖχες τὰ δωρήματα, τῖς ἡμῖν τὴν ἴασιν τῶν τοῦ σώματος νόσων; τὶς δὲ καὶ τὴν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; Οὔκ ἀπόμακρυνθῶμεν πώποτε ἐκ σοῦ· σὺ γὰρ σκέπεις πάντας θνητοὺς ἐκ παντοίων κακῶν.
Ὁ Ἀναγνώστης (χύμα). Ψαλμὸς Ν΄ (50)
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀγαλλιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρτιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δικαιoσύνην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλoκαυτώματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξoυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σιών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μόσχoυς.
ῼδὴ α’ . ἦχος πλ. δ’. Ὁ εἱρμός
«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».
Στίχος. Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σταυρὲ σκῆπτρον ἅγιον καὶ σεπτόν, τοὺς ἐν εὐλαβείᾳ προσκυνοῦντας τὴν ἱεράν, σκέπην σου ἀτρώτους ἀπὸ βλάβης, καὶ πειρασμῶν καὶ κινδύνων διάσωσον.
Σταυρὲ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τοὺς σὲ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστεί Θεῷ καθυπακούειν, καὶ ὑπ’ αὐτοῦ βασιλεύεσθαι ποίησον.
Σταυρὲ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τὸ ἱερόν, κράτος σου καὶ αἴρειν τὰ βραβεῖα, κατὰ παθῶν ψυχοφθόρων ἐνίσχυσον.
Θεοτοκίον.
Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστί, πιστῶν σωτηρία ἀνεβόα, καὶ κραταιὰ προστασία καὶ στήριγμα.
᾿ῼδὴ γ’. Ὁ εἱρμός
«Οὐρανίας ἁψῖδoς ὀρoφoυργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δoμῆτoρ, σύ με στερέωσoν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Ὁ Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡρῶσις, χαῖρε ἀντίληψις• τοὺς προσκυνοῦντάς σε, φύλαττε φρούρει καὶσκέπε, ἐκ τῶν δρωμένων τε, καὶ ἀοράτων ἐχθρῶν.
Ὁ Σταυρός τοῦ Κυρίου, χαῖρε Πιστῶν καύχημα, χαῖρε κραταιὰ προστασία,
χαῖρε παράκλησις· τοὺς προσκυνοῦντας Σε, ἐκ περιστάσεως ρῦσαι, καὶ
δεινῆς κακώσεως καὶ πάσης θλίψεως.
Ὁ Σταυρὸς τοῦ Κυρίου, χαῖρε στερρὸν ἔρρεισμα, χαῖρε τῶν ὑμνούντων σε
φύλαξ, χαῖρε προπύργιον• τοὺς προσκυνοῦντάς Σε ἐκ τῶν τοῦ βίου
σκανδάλων, ρῦσαι καὶ διάσωσον θείᾳ δυνάμει Σου.
Θεοτοκίον
Ὁ Σταυρὸς τοῦ Υἰοῦ Σου, παρθενικὸν καύχημα, πᾶσί Σου τὸν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καὶ τὸ πρὸς Σὲ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καὶ σώματος.
᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.
.
«Εισακήκoα, Κύριε, τής oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά έργα σoυ και εδόξασά σoυ την θεότητα».
Ὁ Σταυρὸς ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτὸν τὴν ἴασιν, καὶ πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.
Τῶν ἀμέτρων πταισμάτων μου, ροῦν τὸν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τὸν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.
Ἁμαρτίαις συμπέφυρμαι, καὶ ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον,ἀρρωστίαν• ὅθεν κράζω σοι, ἄμφω τὰς Ἰάσεις, Σταυρέ δώρησαι.
Θεοτοκίον.
Οἱ Σταυρόν καὶ τὴν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ αἰσχυνθήσονται• ἡ πρεσβεία γὰρ καὶ δύναμις, τῆς Μητρός καὶ σκήπτρου σφόδρα δύνανται.
᾿ῼδὴ ε’. Ὁ εἱρμός
«Φώτισoν ημάς τoίς πρoστάγμασί σoυ, Κύριε και τώ βραχίoνί σoυ τώ υψηλώ, την σήν ειρήνην παράσχoυ ημίν, φιλάνθρωπε».
Τρoπάρια.
Γλύκανον ἡμῶν, τὴν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς μερρᾶς, πικρῶν ὑδάτων τὴν πικρίαν Ἰασάμενος.
Σκέπασον ἡμᾶς, τῇ δυνάμει Σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοὶ γὰρ τοῦ Πατρός, Ἰσχὺς ἐπῆρθη, τὸ σὸν κράτος ἐνισχύουσα.
Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καὶ κάκωσιν, καὶ σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σταύρε Κυρίου• δέδοταί σοι γὰρ τὸ δύνασθαι.
Θεοτοκίον
Ἔχομεν Πιστοί, προστασίαν πρὸς τὸν Κύριον, τὴν Παναγίαν Παρθένον καὶ τὸν Σταυρόν, ὧν καταπλήττει καὶ τοὺς δαίμονας ἡ δύναμις.
᾿ῼδὴ ς΄. ῾Ο εἱρμός.
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριoν καὶ αὐτῷ ἀπαγγελῶ μoυ τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καὶ ἡ ζωή μoυ τῷ ᾅδῃ πρoσήγγισε, καὶ δέoμαι ὡς ᾿Ιωνᾶς· ἐκ φθoρᾶς ὁ Θεός με ἀνάγαγε».
Τρoπάρια.
Τὸ ὅπλον τῶν βασιλέων ὑμνῶ Σε, τὴν στολὴν τῶν Ἱερέων ὑψῶ Σε, Χριστιανῶν τὴν ἐλπίδα ἁπάντων, ὑμνολογῶ Σε Σταυρέ Παμμακάριστε, τὸ καύχημα κἀμοῦ ὅν Σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.
Σὲ σκέπην Χριστιανοί γινώσκομεν, καὶ καυχώμεθα ἐν Σοὶ Ξύλον θεῖον• εἰς πάντα γὰρ σὲ εὑρίσκομεν κράτος, καὶ παντελῆ σωτηρίαν καὶ σύμμαχον, τὴν χάριν ὅθεν καὶ ἡμῖν, τοῖς ὑμνοῦσί Σε πόθῳ κατάπεμψον.
Ὁ Κύριος ἱσχυρὸν ἡμῖν τεῖχος, καὶ προστάτην καὶ φρουρόν Σε παρέσχε, καὶ γὰρ ἐν σοὶ ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.
Θεοτοκίον
Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τοὺς τὸν Κτίστην μου σαρκί δεξαμένους, τὴν μὲν Ἁγνήν, ὡς ζωὴν ἀφθαρτοῦσαν• τὸ δὲ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καὶ ἡ Κόρη ζωώσατε.
Διάσωσον Σταυρέ Κυρίου τὴν ποίμνην σου ἀπὸ βλάβης, ὅτι πάντες ἐν σοὶ καυχώμεθα, καὶ γινώσκομεν τὴν σκέπην σου, σωτηρίαν καὶ κράτος.
Ἐπίσκεψαι τῇ σῇ δυνάμει τοὺς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως, καὶ δίωξον τάς αὐτῶν περιστάσεις.
Ὁ χορός·
Ἀμήν.
Κάθισμα. ἦχος β΄.
Τό ξύλον τῆς ζωῆς καὶ δύναμις ὑπέροπλος, ἐλπὶς τῶν πιστῶν καὶ σκέπη καὶ κραταίωμα, ἐκ ψυχῆς βοῶμέν Σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καὶ ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ρῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς Σε.
Καὶ εὐθύς τὸ προκείμενον.
ἦχος δʹ.
Ὑψοῦτε Κύριον τὸν Θεόν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.
«Στίχος». Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο.
Ὑψοῦτε Κύριον τὸν Θεόν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.
Ὁ Ἱερεύς
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Ό Χορός.
Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν
Ὁ Ἱερεύς
Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.
Ό Χορός
Και τω Πνεύματί σου.
Ὁ Ἱερεύς
Εκ τού κατά Ιωάννη αγίου Ευαγγελίου το ανάγνωσμα., Πρόσχωμεν.
Ό Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεύς
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ιωάννη. γ’ 13-17
Εἶπεν ὁ Κύριος. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὔτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵίνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.
Ό Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
ἦχος β’.
Τὸ τοῦ θείου Σταυροῦ Σου δυνάμει ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τα
τῶν ἐμῶν ἐγκλημάτων.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξάλειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.
Ἦχος πλ. βʹ. Ὅλην ἀποθεμένοι.
Σταυρὲ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι σήμερον ὁρώμενος θείῳ πνεύματι, δικαιοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα• ὑμνεῖτε, βοῶντες, Χριστόν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσωμεν θείον ὑποπόδιον.
Ὁ Ἱερεύς
Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστιανῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ Άγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν Άγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
Ό Χορός.
«Κύριε, ἐλέησoν» (12άκις)
Ὁ Ἱερεύς
᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μoνoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ό Χορός
᾿Αμήν.
᾿ῼδὴ ζ’. Ὁ εἱρμός
«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».
Τρoπάρια.
Τὸ κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοι διὸ Σε, ἰκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ρῦσαι με νῦν καὶ σῶσον.
Τὴν βροτῶν σωτηρίαν, ὁ Σωτὴρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδοὺς τοῖς σωζομένοις, μελωδεῖν τὰ σωτήρια· χαῖρε Σταυρὲ τοῦ Χριστοῦ, Πιστῶν ἁπάντων σώστα.
Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὖρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοὶ κράζομεν· τὴν εὐλογίαν Σταυρέ δίδου τοῖς σὲ τιμῶσι.
Θεοτοκίον.
Καυχῶμαι τὴν δυάδα, προβαλλόμενος πρέσβεις πρὸς τὸν Σωτῆρα Χριστόν, Μητέρα καὶ τὸ σκὴπτρον· ἰσχύει γὰρ ἡ Μήτηρ, καὶ τὸ σκῆπτρον κρατύνει με, χαῖρε τὸ σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου.
ῼδὴ η’. Ὁ εἱρμός
«Τόν Βασιλέα των oυρανών, όν υμνoύσι, στρατιαί των Αγγέλων υμνείτε και υπερυψoύτε εις πάντας τoυς αιώνας».
Τρoπάρια.
Τοὺς προσκυνοῦντάς Σε, ὦ Σταυρὲ διατηρεῖ, πειρασμῶν καὶ κινδύνων ἀτρωτους· ἔχεις γὰρ σὴν σκέπην φρουροῦσαν πιστούς πάντας.
Τὰς ἀρρωστίας τὰς τῆς σαρκός ἱατρεύεις, καὶ σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σὲ ὑμνοῦμεν, Σταυρόν τὸν Τοῦ Κυρίου.
Τοὺς τῷ σημείῳ Σου ἑαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διὰ τοῦ σοῦ σημείου.
Θεοτόκιον
Τοῦ Βασιλέως τῶν Οὐρανῶν τὴν Μητέρα, καὶ Σταυρόν Τοῦ Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.
᾿ῼδὴ θ’. Ὁ εἱρμός
«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε αγνή, σύν ασωμάτων χoρείαις σέ μεγαλύνoντες».
Τρoπάρια.
Ἥν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καὶ τὴν χάριν παράσχου πιστῶς, σὲ προσκυνούντι ἐν πίστει καὶ μεγαλύνοντι.
Σημεῖον νικηφόρον, πάντες οἴδασί σε, οἱ διὰ Σοῦ βραβεῖα καὶ νικάς αὐτῶν, σὺν εὐλαβείᾳ λαβόντες, καὶ μεγαλύνουσι.
Τὸ χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διὰ σοῦ νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τὸ χαῖρε, καὶ δίδου μοι τὰ χαρμόσυνα.
Θεοτοκίον.
Οὐ θέλω σιωπῆσαι τὰ τῆς Θεοτόκου, καὶ τὸν Σταυρόν μὴ κηρύττειν, ὅς σκέπει πιστούς• οὐ σιωπῶ, ἀλλὰ λέγω, εἰ καὶ ἐσίγησα.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεoτόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν χερoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.
Μεγαλυνάρια
Τὸν Σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τὸ ξύλον πιστούς στερέωσον.
Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καὶ πόθῳ, σὺν ἀγάπῃ τε καὶ χαρᾷ, τιμῶντες ὑμνοῦμεν τὸ πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.
Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξΰλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τοὺς σέ τιμῶντας, Σταυρέ διάσωσον.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὸν Σταυρόν τὸν ζωοποιόν, τὸν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ Τοῦ ζωοδότου ὅν μεγαλύνομεν.
Θεοτοκίον.
Ὥσπερ τὴν ψάμμον τῶν θαλασσῶν, ὑπὲρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καὶ μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον.
Πᾶσαι τῶν Άγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, Άπoστόλων ἡ δωδεκάς, oἱ ῞Αγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης
᾿Αμήν.
῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.
Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέλημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.
Ὁ Ἱερεύς
῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.᾿Αμήν.
Τροπάριον. ἦχος αʹ.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατά βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦΣταυροῦ σου πολίτευμα.
Αίτησις. ἦχος β’ Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ἦχος Βʹ. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Λάμψον φῶς ἀπρόσιτον ἡμῖν• ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκη δὲ στεφάνωσον, τοὺς σὲ ὑμνοῦντας πιστῶς, κατ’ ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν ἅμα, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον τὸν Σταυρὸν σου πλουτοῦντας, Σῶτερ, ὁ τὴν ἄφθορον μήτραν, ὑποδὺς ἀρρήτως τῆς Θεόπαιδος.
Ὁ Ἱερεύς·
Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·
Ἀμην.