Ὁ Ἱερεύς
Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε,νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
(Μή ύπάρχοντος “Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι” εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).
Ὁ Ἀναγνώστης
᾿Αμήν.
Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσάκoυσόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐταράχθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκκoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζήσεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξoλoθρεύσεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·
εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ
Εἶτα τὰ παρόντα τροπάρια.
ἦχος δ΄.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὢ Ἰησοῦ μου πολυέλεε Σῶτερ. ἐκδυσωπῶ σε ταπεινῶς, Ἰησοῦ μου, τῶν ἐγκλημάτων ῥῦσαὶ με καὶ καθαρόν, ψυχήν μου τὴν τάλαιναν, μολυσμῶν οὖσαν πλήρη, καὶ σῶσον Πολυεύσπλαχνε, τοῦ πυρὸς τῆς Γεέννης, ἵνα θαρρούντων, Σῶτερ Ἰησοῦ, δοξολογῶ σε δοξάζων σῳζόμενος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων..
᾿Αμήν.
Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐστασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύλoυς σῴζεις ἀεὶ ἐκ παντoίων δεινῶν.
Ὁ Ἀναγνώστης (χύμα). Ψαλμὸς Ν΄ (50)
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀγαλλιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρτιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δικαιoσύνην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλoκαυτώματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξoυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σιών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μόσχoυς.
Καὶ ὁ Κανὼν ἔχων Ἀκροστιχίδα
Ἰησοῦν Χριστὸν τὸν Θεὸν σέβω.
᾿ῼδὴ α” .ἦχος πλ. δ”. Ὁ εἱρμός
«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».
Τρoπάρια.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Ἰησοῦ γλυκύτατε τῆς ἐμῆς, ψυχῆς τῆς δυστήνου σύ θεράπευσον, Ἰησοῦ τραύματα δεινά, καὶ ἁμαρτίας, ὧ Ἰησοῦ, τοῦ σου δούλου ἐξάλειψον.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Ἤθελον, γλυκύτατε Ἰησοῦ, κρουνοῖς τῶν δακρύων πλημμελήματα τὰ ἐμά, ἐκπλῦναι, Χριστέ, ἀλλ’ ἀπατᾷ με ὁ πονηρός, οὗ τῶν δόλων με λύτρωσαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Σύ Σῶτερ τοῦ σύμπαντος, Ἰησοῦ, ῥῦσαὶ τὸν σὸν δοῦλον ἐκ παγίδων τοῦ πονηροῦ, καὶ ποίησον μέτοχον τῆς δόξῃς, τῆς Οὐρανίου, Χριστέ μου γλυκύτατε.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Θεοτοκίον.
Ὅλη, Κόρη, οὖσα ὅλη καλή, ὅλη φαεσφόρος, Θεοφόρος τε καὶ λαμπρά, λάμπρυνον τὰ ὄμματα ψυχῆς μου, καὶ φωτοφόρον με ὅλον ἀπέργασθαι.
Ὠδὴ γ΄. Ὁ εἱρμός
Σύ εἶ τὸ στερέωμα.
Ὑπόδεξαι δέομαι, ὧ Ἰησοῦ μου, τὸν δοῦλον σου καὶ σῶσόν με νῦν παθῶν καὶ κινδύνων, καὶ γεέννης ἀπάλλαξον.
Τρoπάρια.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Νῦν σῶσον τὸν δοῦλόν σου, ὧἸησοῦ μου γλυκύτατε, καὶ τῆς σκληρὰς καταδίκης ῥῦσαι, τῆς ἐν κρίσει, Φιλάνθρωπε.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Χριστέ μου τὸν δοῦλόν σου, ἐν κατανύξει βοῶντα σοι, νόσων δεινῶν καὶ θλίψεως πάσης, Ἰησοῦ μου, διάσωσον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Θεοτοκίον
Ῥῦσαὶ με τὸν ἄσωτον, μόνη Πανάχραντε, δέομαι, σαῖς μητρικαῖς πρεσβείαις, κινδύνων καὶ παντοίων κακώσεων.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
᾿ῼδὴ δ΄. Ὁ εἱρμός
«Εισακήκoα, Κύριε, τής oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά έργα σoυ και εδόξασά σoυ την θεότητα».
Τρoπάρια.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Ἰησοῦ μου γλυκύτατε, πάθη τὰ δεινά μου θεράπευσον, καὶ τοῦ δράκοντος ἐξάρπασον τῶν χειρῶν, Χριστέ μου, τὸν οἰκέτην σου.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Σύ Φιλάνθρωπε Κύριε, τῆς ἀπεγνωσμένης ψυχῆς μου πέφυκας, Ἰησοῦ μου ἀπολύτρωσις, διὸ πάσης θλίψεως μὲ λύτρωσαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Τὸν καιρὸν ὅν μοι δέδωκας, Σῶτερ, Ἰησοῦ μου, κατεδαπάνησα, εἰς παράνομα, καὶ δέομαι, ὡς Σωτὴρ τοῦ κόσμου ἀνακάλεσαι.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Θεοτοκίον.
Ὀλοφύρομαι, Πάναγνε, φέρων κατὰ νοῦν τὰ πολλά μου πταίσματα. διό δώρησαί μοι ἄφεσιν, δέομαί σου, Κόρη, ταῖς πρεσβείαις σου.
᾿ῼδὴ ε”. Ὁ εἱρμός
«Φώτισoν ημάς τoίς πρoστάγμασί σoυ, Κύριε και τώ βραχίoνί σoυ τώ υψηλώ, την σήν ειρήνην παράσχoυ ημίν, φιλάνθρωπε».
Τρoπάρια.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Νῦν ὁλοσχερῶς, Ἰησοῦ μου τὸν πανάθλιον, κατατυραννοῦσί με πάθη δεινά. διό κραυγάζω, Ἰησοῦ μου, σύ διάσωσον.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Τῶν ἀσθενειῶν, Ἰησοῦ μου, σύ ἀπάλλαξον, τὸν ἐν τῇ σκέπῃ σου προστρέχοντα, ὧ Ἰησοῦ μου, καὶ κινδύνων ἐλευθέρωσον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Οὐχ ἥμαρτε ποτε, Ἰησοῦ μου, ἄλλος, εὔσπλαχνε, ὡς ἐγώ, Χριστέ μου, ὁ ἄθλιος. διὸ σύ σῶσον καὶ κολάσεως ἐξάρπασον.
Θεοτοκίον.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Νῦν Ναοὺς Θεοῦ, τοῦ ἐν σοὶ Λόγου σκηνώσαντος, δεῖξον εὐσπλάχνως, ὢ Παρθένε Ἁγνή, τοὺς ἐν θερμῇ ἐκγαυχωμένους προστασίᾳ Σου.
᾿ῼδὴ ς΄.
Ἰλάσθητί μοι Σωτήρ.
Θεράπευσον, Ἰησοῦ, ψυχῆς τὰ ὄμματα δέομαι, τυφλώττοντα τοῦ οἰκτροῦ, Θεέ μου, καὶ φώτισον θεία σοῦ λαμπρότητι, ἵνα ἀνυμνῶ σε, Ἰησοῦ μου πολυέλεε.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Ἐλέησόν με, Σωτήρ, τὸν ἄσωτον καὶ ταλαίπωρον, γλυκύτατε Ἰησοῦ, καὶ ῥῶσαι κακώσεως καὶ νόσων τὸν δοῦλόν σου, καὶ τῶν του Βελίαρ τεχνασμάτων με ἀπάλλαξον.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Ὁ πάθεσι χαλεποῖς, ἐγκυλιδούμενος πάντοτε, γλυκύτατε Ἰησοῦ, πρὸς σὲ καταφεύγων νῦν, ζητῶ τὴν ἀνάρρωσιν, Σύ δέ, Ἰησοῦ μου, ὡς Σωτὴρ αὐτήν μοι δώρησαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Θεοτοκίον.
Νεκράν ἀπέργασαι νῦν, ἔτι ζῶσαν, Πανάσπιλε, κακίαν μου, καὶ ψυχῆς την νέκρωσιν ζώωσον, ὡς ζωῆς γεννήσασα, χορηγόν τόν θεῖον, ἵνα πόθῳ μεγαλύνω σε.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Διάσωσον ἀπὸ κινδύνων, γλυκύτατε Ἰησοῦ μου, τοῦ ὑπὸ τὴν θείαν σκέπην σου καταφεύγοντας, καὶ δώρησαι ἁμαρτιῶν τὴν συγνώμην.
Θεοτοκίον.
῎Αχραντε, ἡ διὰ λόγoυ τὸν Λόγoν ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκoῦσα δυσώπησoν, ὡς ἔχoυσα μητρικὴν παρρησίαν.
Αίτησις. ἦχος β”. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κοντάκιον. ἦχος β΄.
Γλυκύτατε Ἰησοῦ, ὁ τὸν Ἄσωτον σώσας, καὶ τὴν Πόρνην προσδεξάμενος, Ἰησοῦ μου καὶ τὴν Αἱμόρρουν ἀφῇ ἰασαμάμενος, καμέ, Ἰησοῦ μου, γλυκύτατε, τὸν ἄσωτον, οἴκτειρον καὶ ῥῦσαι ἐκ πάντων τῶν βιωτικῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσον, εὐεργέτα Ἰησοῦ, ὡς φιλάνθρωπος.
Εἴτα τὸ Προκείμενον Ἦχος Δ΄.
Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου Κύριε.
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου Κύριε.
Ὁ Ἱερεύς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ό Χορός.
Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν
Ὁ Ἱερεύς
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός·
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς·
Ἐκ τοῦ κατὰ Λουκάν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ χορός·
Δόξα σοι, Κύριε, δόξα σοι.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Θ΄. 51-57)
Τῷ καιρῷ ἐκείνῳ ἐγένετο ἐν τῷ συμπληροῦσθαι τάς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ. Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης, εἶπον. Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλώσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; Στραφεὶς δέ, ἐπετίμησε αὐτοῖς, καὶ εἶπεν. Οὐκ οἴδατε οἵου πνεύματος ἔστε ὑμεῖς. ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σ ῶ σαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ ἔλεγε τοῖς ἀκολουθοῦσιν αὐτῷ. (Ἰ΄ 22) Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. καὶ οὐδεὶς γιγνώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστι ὁ Πατήρ, εἰ μὴ ὁ Υἱός, καὶ ὧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς Μαθητάς, κατ’ ἰδίαν εἶπε. Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λόγῳ γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλέημον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχoς. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ, καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξάλειψoν τὸ ἀνόμημά μoυ.
ἦχος πλ. β΄. ῞Ολην ἀπoθέμενoι.
Ἰησοῦ γλυκύτατε, τῶν Ὀρθοδόξων τὸ κλέος, Ἰησοῦ μακρόθυμε, Ἰησοῦ μου, σῶσον μὲ τὸν οἰκέτην σου, Ἰησοῦ, ῥῦσαὶ με ἀσθενείας πάσης, Ἰησοῦ μου ὡραιότατε, τὸν προσιόντα σοι, καὶ πρὸς σέ, Σωτὴρ καταφεύγοντα, καὶ μόνος ὡς φιλάνθρωπος, τῆς χειρὸς τοῦ δράκοντος μὲ ἐξάρπασον, παθῶν καὶ κινδύνων, Σωτήρ μου Ἰησοῦ ἐλευθέρων, καὶ τοῖς θεσμοῖς σου προσέχειν με , Ἰησοῦ, ἀξίωσον.
Ὁ Ἱερεύς·
Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστιανῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoίνης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνάμει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) οὗ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.
Ό Χορός.
«Κύριε, ἐλέησoν» (12άκις)
Ὁ Ἱερεύς
᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μoνoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ό Χορός
᾿Αμήν.
᾿ῼδὴ ζ”. Ὁ εἱρμός
«Παῖδες ῾Εβραίων ἐν καμίνῳ κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσoν τὸ πῦρ μετέβαλoν βoῶντες· Εὐλoγητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τoὺς αἰῶνας».
Τρoπάρια.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Σῶτερ τοῦ Κόσμου, Ἰησοῦ μου, τὸν ἀναίσθητον καὶ ἄσωτον, οἰκτίρμον, κατοικτείρησον νῦν καὶ λύτρωσαι γεέννης, ὅπως ἀεὶ δοξάζω σε, ὡς Σωτῆρα, Ἰησοῦ μου.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Ἔχων μυρίας ἁμαρτίας, οὐ τολμῶ Ἰησοῦ μου, ἀναβλέψαι, καὶ ἰδεῖν Οὐρανοῦ τὸ ὕψος ἐκ τοῦ φόβου. διὸ βοῶ διάσωσον τὸν οἰκτρόν, ὢ Ἰησοῦ μου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Βέβηλον νοῦν, ὧ Ἰησοῦ μου, περιφέρων, θερμῶς ἀναβοῶ σοι. τῆς ψυχῆς μου, Χριστέ, τοὺς μώλωπας καθάρας, ἐκ τοῦ βυθοῦ με λύτρωσαι τῆς κακίας, Ἰησοῦ μου.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.
Θεοτοκίον.
Ὢ Παναγίῳ Θεοτόκε, Ἰησοῦν τὸν γλυκύτατον τεκούσα, τοὺς ὑμνοῦντας σὲ νῦν, περίσωζαι λιταῖς σου, ἐκ πάσης περιστάσεως, καὶ κινδύνων ἀδοκήτων.
᾿ῼδὴ η”. Ὁ εἱρμός
«Τόν Βασιλέα των oυρανών, όν υμνoύσι, στρατιαί των Αγγέλων υμνείτε και υπερυψoύτε εις πάντας τoυς αιώνας».
Τρoπάρια.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Σὲ Ἰησοῦ μου, ἐκδυσωπῶ ὡς τὴν Πόρνην, σύ ἀπήλλαξας πολλῶν ἐγκλημάτων, οὕτως, Ἰησοῦ μου, κάθαρον τὴν ψυχήν μου.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Ἐν ψυχοφθόροις περιπεσών, Ἰησοῦ μου, ἀτοπίαις πρὸς σὲ καταφεύγω. ἔγειρον μὲ σῶσον, γλυκύτατε Θεέ Μου,
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ρυσαί, ὧ Σῶτερ τῇ του Σταυροῦ σου δυνάμει, τὸν προστρέχοντα πρὸς σὲ τὸν Θεὸν Λόγον, καὶ ἀλόγων πάντων παθῶν ἀπάλλαξον με.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Θεοτοκίον.
Αχραντε Κόρη, λῦσον δεσμὸν τῶν κακῶν μου, τῇ στοργῇ με συνδέουσα τοῦ Λόγου, τοῦ ἐκ σοῦ τεχθέντος καὶ σῶσον με λιταῖς σου.
᾿ῼδὴ θ”. Ὁ εἱρμός
«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε αγνή, σύν ασωμάτων χoρείαις σέ μεγαλύνoντες».
Τρoπάρια.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Φιλάνθρωπε, τὸν δοῦλον, τὸν ὑπερβεβηκότα, ταῖς ἀτοπίας Τελώνην καὶ Ἄσωτον, σύ ὡς Θεός, Ἰησοῦ μου οἰκτιρμόν, σύ σῶσον με.
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
Εὐωνύμου μοίρας, γλυκύτατέ μου Σῶτερ, τὸν σὸν οἰκέτην ἁπάλλαξν δέομαι, καὶ τὴν σὴν ἄφραστον δόξαν ἰδεῖν ἀξίωσον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
Ἰησοῦ Σωτήρ μου, πάσης ἐπηρείας δαιμονικὴς τὸν σὸν δοῦλον διάσωσον, καὶ ἐκ παθῶν καὶ κινδύνων με ἐλευθέρωσον.
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Θεοτοκίον.
Μεμολυσμένον ὄντα τὸν νοῦν μου, Παρθένε, ταῖς ἁμαρτίαις, σύ μόνη Ἀμόλυντε, ἐκλιπαρώ, ἀποκάθαρον νῦν ταῖς πρεσβαίας σου.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεoτόκoν, τὴν ἀειμακάριστoν καὶ παναμώμητoν καὶ μητέρα τoῦ Θεoῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν χερoυβὶμ καὶ ἐνδoξoτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγoν τεκoῦσαν, τὴν ὄντως Θεoτόκoν σὲ μεγαλύνoμεν.
Τὴν ὑψηλoτέραν τῶν oὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν δέσπoιναν τoῦ κόσμoυ ὕμνoις τιμήσωμεν.
᾿Απὸ τῶν πoλλῶν μoυ ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μoυ καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω, τὴν κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μoι βoήθησoν.
Δέσπoινα καὶ μῆτερ τoῦ λυτρωτoῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σoῦ τεχθέντα· ὧ δέσπoινα τoῦ κόσμoυ, γενoῦ μεσίτρια.
Ψάλλoμεν πρoθύμως σoι τὴν ᾠδὴν νῦν τῇ πανυμνήτῳ Θεoτόκῳ χαρμoνικῶς· μετὰ τoῦ πρoδρόμoυ καὶ πάντων τῶν ἁγίων, δυσώπει Θεoτόκε, τoῦ oἰκτιρῆσαι ἡμᾶς.
῎Αλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ πρoσκυνoύντων τὴν εἰκόνα σoυ τὴν σεπτήν, τὴν ἱστoρηθεῖσαν ὑπὸ τoῦ ἀπoστόλoυ Λoυκᾶ ἱερωτάτoυ, τὴν ὁδηγήτριαν.
καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ἰησοῦ γλυκύτατε Ἰησοῦ, Ἰησοῦ Σωτήρ μοῦ, τῆς ψυχῆς μου τάς χαλεπάς, ἰάτρευσον νόσους, Θεέ μου, Ἰησοῦ μου, καὶ σῶσον Ἰησοῦ μου τόν σοι προστρέχοντα.
Δέομαι γλυκύτατε Ἰησοῦ, δέξαι τὸν σὸν δοῦλον, ὑπεράγαθε Ἰησοῦ. σῶσον, μή παρίδῃς τὸν ἄσωτον, Θεέ μου, οἰκτίρμον Ἰησοῦ μου εὔσπλαχνε Κύριε.
Τοὺς τετειχισμένους τῷ σῷ Σταυρῷ, καὶ ἐγκαυχωμένους τοῖς σοῖς Πάθεσιν, Ἰησοῦ, στήριξον ἐν πέτρᾳ, Χριστέ, τῶν ἐντολῶν σου, καὶ σῶσον, Ἰησοῦ μου, ὡς ὑπεράγαθος.
Σῦ εἶ , Ἰησοῦ μου, ὁ φωτισμός, τῆς οἰκτρᾶς ψυχῆς μου, φῶς τοῦ Κόσμου, ὧ Ἰησοῦ, σύ λάμπρυνον ταύτην, τῶν θεαυγεῖ φωτί σου, καὶ ῥῦσαι αἰωνίου Χριστὲ κολάσεως.
Καὶ Θεοτοκίον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίoυ, ἀπoστόλων ἡ δωδεκάς, oἱ ἅγιoι πάντες μετὰ τῆς Θεoτόκoυ, πoιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης
᾿Αμήν.
῞Αγιoς ὁ Θεός, ῞Αγιoς ᾿Ισχυρός, ῞Αγιoς ᾿Αθάνατoς, ἐλέησoν ημάς (τρις)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Παναγία Τριάς, ἐλέησoν ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπoτα, συγχώρησoν τὰς ἀνoμίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τoῦ ὀνόματός σoυ.
Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν· Κύριε, ἐλέησoν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Πάτερ ἡμῶν, ὁ ἐν τoῖς oὐρανoῖς, ἁγιασθήτω τὸ ὄνoμά σoυ· ἐλθέτω ἡ βασιλεία σoυ· γενηθήτω τὸ θέλημά σoυ, ὡς ἐν oὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτoν ἡμῶν τὸν ἐπιoύσιoν δὸς ἡμῖν σήμερoν· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τoῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τoῦ πoνηρoῦ.
Ὁ Ἱερεύς·
῞Οτι σoῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τoῦ Πατρὸς καὶ τoῦ Υἱoῦ καὶ τoῦ ῾Αγίoυ Πνεύματoς, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν, Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας, σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύση οὕς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ. ὅθεν εὐχαρίστως βοῶμέν σοι. Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.
Ἣ τὸ παρόν, ἦχος β΄.
Ἑλκόμενόν σε, Κύριε, πρὸς τὸ πάθος τοῦ σταυροῦ, ὁρῶντες προσκυνοῦμεν σου τὴν ἄχραντον μορφήν, Χριστὲ ὁ Θεὸς ἡμῶν. Βουλήσει γὰρ ηὐδόκησας σαρκὶ παθεῖν ὑπὲρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον σου ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ. Δόξα, τῇ εὐσπλαχνίᾳ σου Σωτήρ. δόξα, Πανάγαθε, τῇ μακροθυμίᾳ σου. δόξα παμβασιλεῦ, τῇ συγκαταβάσει σου.
Αίτησις. ἦχος β”. Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός·
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
(Μετά από κάθε αίτηση του Ιερέως)
Ὁ Ἱερεύς
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός·
(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ὁ Ἱερεύς
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ἐν τῇ Ἀπολύσει, ψάλλομεν τὸ παρόν Προσόμοιον. Ἦχος Β΄.
Ὅτε ἐκ τοῦ ξύλου σου Σε νεκρόν.
Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς Οἰκονομίας τὸ ὄντως μέγα Μυστήριον, χάριν ἐξεπλήρωσας, ὧ Ἰησοῦ Ἀγαθέ, καὶ τιμὴ ἐξηγόρασας τὸν σύμπαντα Κόσμον, Αἵματος τιμίου σου, Χριστὲ γλυκύτατε. ὅθεν σου δεόμεθα πίστει, στήριξον ἡμᾶς Ἰησοῦ μου, ἐν ταῖς ἐντολαῖς σου, Ὑπεράγαθε.
Ὁ Ἱερεύς·
Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·
Ἀμήν.
Facebook Comments