Site icon ΧΩΡΑ ΤΟΥ ΑΧΩΡΗΤΟΥ

Ψαλμός 42ος

Ψαλμὸς τῷ Δαυΐδ.

ΚΡΙΝΟΝ με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου• ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ρῦσαί με. 2 ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου• ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου• αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. 4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου• ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου. 5 ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ• σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

Πηγή : https://el.wikisource.org/wiki/%CE%A8%CE%B1%CE%BB%CE%BC%CE%BF%CE%AF_%CF%84%CE%BF%CF%85_%CE%94%CE%B1%CF%85%CE%AF%CE%B4/%CE%91-%CE%A1%CE%9D%CE%91

προηγούμενο
επόμενο
Exit mobile version