Ψαλμός 69ος

Εἰς τὸ τέλος• τῷ Δαυΐδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.

2 Ο ΘΕΟΣ, εἰς τὴν βοήθειάν μου πρόσχες• Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. 3 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου• ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά• 4 ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι• εὖγε εὖγε. 5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός• μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 6 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης• ὁ Θεός, βοήθησόν μοι. βοηθός μου καὶ ρύστης μου εἶ σύ• Κύριε, μὴ χρονίσῃς.

Πηγή : https://el.wikisource.org/wiki/%CE%A8%CE%B1%CE%BB%CE%BC%CE%BF%CE%AF_%CF%84%CE%BF%CF%85_%CE%94%CE%B1%CF%85%CE%AF%CE%B4/%CE%91-%CE%A1%CE%9D%CE%91

προηγούμενο
επόμενο

Facebook Comments