Ψαλμός 115ος

Ἀλληλούϊα.

ΕΠΙΣΤΕΥΣΑ, διὸ ἐλάλησα• ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. 2 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου• πᾶς ἄνθρωπος ψεύστης. 3 τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; 4 ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. 5 τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. 6 τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. 7 ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου, 8 σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. 9 τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, 10 ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ἱερουσαλήμ.

Πηγή: https://el.wikisource.org/wiki/%CE%A8%CE%B1%CE%BB%CE%BC%CE%BF%CE%AF_%CF%84%CE%BF%CF%85_%CE%94%CE%B1%CF%85%CE%AF%CE%B4/%CE%91-%CE%A1%CE%9D%CE%91

προηγούμενο
επόμενο

Facebook Comments