Ψαλμός 126ος

ᾨδὴ τῶν ἀναβαθμῶν.

ΕΑΝ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες• ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. 2 εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. 3 ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. 4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 5 μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν• οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Πηγή: https://el.wikisource.org/wiki/%CE%A8%CE%B1%CE%BB%CE%BC%CE%BF%CE%AF_%CF%84%CE%BF%CF%85_%CE%94%CE%B1%CF%85%CE%AF%CE%B4/%CE%91-%CE%A1%CE%9D%CE%91

προηγούμενο
επόμενο

Facebook Comments