Χαιρετισμοί εις τον Άγιο Παΐσιο τον Αγιορείτη

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ὡς τῶν ὁσίων κοινωνὸν καὶ τύπον
ἄριστον, καὶ τῶν ἐν Ἄθῳ ὁδηγὸν
τὸν ἱερώτατον, ἀνυμνοῦμεν σε οἱ δοῦλοί
σου θεοφόρε· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς
τὸν Κύριον, ἐκ ποικίλων συμφορῶν ἡμᾶς
ἀπάλλαξον, τοὺς βοῶντάς σοι· Χαίροις,
Πάτερ Παΐσιε.

Οἱ Οἶκοι
Στάσις Α´

Ἄγγελος ἀνεδείχθης, ὑπερβὰς τὰ γε-
ώδη, Παΐσιε ὁσίων ἀκρότης· (ἐκ γ´)
ἰσαγγέλῳ γὰρ σὺ βιοτῇ, καὶ ἀσκήσει, πά-
τερ, εὐσεβῶν πρότυπον ἐγένου τῶν τιμώ-
ντων σε, καὶ ὕμνοις σοι βοώντων ταῦτα·
Χαῖρε, στακτὴ μυροβόλου θείου· χαῖρε,
πηγὴ ἀκενώτου μύρου.

Χαῖρε, τῶν Φαράσων ἡδύπνευστον βλά-
στημα· χαῖρε Καππαδοκῶν πανεύωσμον
ἄνθισμα.
Χαῖρε, ὕψος ταπεινώσεως καὶ ἀγάπης
ἀκρεμών· χαῖρε, βάθος τῆς φρονήσεως καὶ
συνέσεως κανών.

Χαῖρε, ὅτι ἀγγέλων κατεκόσμησας πλή-
θη· χαῖρε, ὅτι δαιμόνων κατεκλόνησας
στίφη.

Χαῖρε Χριστοῦ ὁρῶν τὴν γλυκύτητα·
χαῖρε, ἐχθροῦ σοβῶν τὴν κακότητα.

Χαῖρε, λαμπρῶν μοναστῶν ἐκμαγεῖον·
χαῖρε, ἀνδρῶν μιμητὰ παναγίων.

Χαίροις, Πάτερ Παΐσιε.

Βλάστημα τῶν Φαράσων, Ἀρσενίου
τοῦ θείου διάδοχος ἀνεδείχθης θεό-
φρον, παιδιόθεν Χριστοῦ τοῦ Θεοῦ, ἐποτί-
σθης μάκαρ τοῖς σεπτοῖς νάμασι, καὶ ἄνθη
θεῖα ἔθαλες, συνέσεως βοῶν ἀπαύστως·
Ἀλληλούϊα.

Γράμμασι τοῖς ἁγίοις, ἐντρυφήσας ἐκ
βρέφους, σοφίας ἐνεδύθης χιτῶνα, καὶ
οἰόμενος θεοφόρε, ὡς φθαρτά, τοῦ κόσμου
τὰ τερπνὰ κατέλιπες· διὸ σε μακαρίζο-
ντες, βοῶμέν σοι πιστῶς τοιαῦτα·

Χαῖρε, πυξὶς ἀσκητῶν ὁσίων· χαῖρε, πα-
γὶς τῶν ἐχθροῦ δογμάτων.

Χαῖρε, εὐσθενῶν ἀσκητῶν τὸ ὀσφράδιον·
χαῖρε, χελιδὼν ἡ ὑμνοῦσα τὸν Κύριον.
Χαῖρε, ὅτι τὰ οὐράνια κατεπόθησας σα-
φῶς· χαῖρε, ὅτι τὰ ἐπίγεια κατεμίσησας
σοφῶς.

Χαῖρε, ὁ διανύσας ὥσπερ ἄϋλον βίον·
χαῖρε, ὁ καταπτύσας τὰς βουλὰς δαιμονίων.
Χαῖρε, εὐχῆς κιθάρα ἡ πάντερπνος·
χαῖρε, ζωῆς ἀλήκτου ὁ σύναυλος.
Χαῖρε, ζυγὸν τοῦ Δεσπότου ὁ ἄρας·
χαῖρε, βροτῶν τὰς βουλὰς ὁ μαράνας.
Χαίροις, Πάτερ Παΐσιε.

Δύναμιν ἐνεδύθης, τὴν ἐξ ὕψους
Παΐσιε, τοῦ βίου ἀνελθεῖν τὰς βαθμί-
δας· ἐν ἀσκήσει γὰρ ὄντως στεῤῥᾷ, χαμευνίᾳ,

θλίψει καὶ πολλοῖς δάκρυσι, πρὸς ὕψος ἤρθης
ἄῤῥητον, καὶ ὕμνοις ἱεροῖς ἐβόας·
Ἀλληλούϊα.

Ἔλαμψεν ὥσπερ λύχνος, ἐν λυχνίᾳ
Παΐσιε, ἡ σὴ θεοφιλὴς πολιτεία· μο-
νοτρόπων γὰρ πάντας χορούς, θείᾳ χάριτι
καὶ ἀρετῇ ηὔγασας· διὸ πιστῶς θαυμάζο-
ντες, σὴν ἄσκησιν βοῶμεν ταῦτα·

Χαῖρε, πυρσὸς ἀρετῶν ὁσίων· χαῖρε,
κανὼν ἀσκητῶν ἁγίων.
Χαῖρε, ἰαμάτων ἀκένωτον πέλαγος·
χαῖρε, τῶν θαυμάτων πηγὴ ἡ πολύκρουνος.
Χαῖρε, φοῖνιξ ὁ ὑψίκομος σωματικῆς
ὑπομονῆς· χαῖρε, ὅρπηξ ἀγαθότητος καὶ
ἀόκνου προσευχῆς.
Χαῖρε, τῆς ἐρημίας ὄρους Σιναίου ἡ
σάλπιγξ· χαῖρε, μονῆς Στομίου ὁσιώτατος
κήρυξ.
Χαῖρε, νοὸς λαμπρύνον τὴν ἔφεσιν· χαῖρε,
ἐχθροῦ ἐκλύων τὴν ἔνστασιν.
Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς φρυκτωροῦνται·
χαῖρε, δι᾿ οὗ δυσσεβεῖς καταργοῦνται.

Χαίροις, Πάτερ Παΐσιε.
Ζήλῳ θείῳ ἐμπρέπων, καὶ ἀσκήσει
συντόνῳ, καὶ πάσῃ ἀγωγῇ τῶν κρειτ-
τόνων, ὥσπερ ἀστὴρ ἡμεροφαής, ἐν τῷ
χορῷ τῶν ὁσίων Παΐσιε διέλαμπες· τοὺς
πάντας γὰρ ἐπαίδευες, δι᾿ ἀρετῆς Χριστῷ
κραυγάζειν·
Ἀλληλούϊα.

Στάσις Β´

Ἤρθης πρὸς θεωρίας, τὸ μετάρσιον
ὕψος, τῇ σῇ ἀγγελικῇ πολιτείᾳ, καὶ
ὡς ἦν δυνατὸν ἑνωθείς, τῷ τῆς Τριάδος
φωτὶ Παΐσιε ὅσιε, φῶς θεῖον πᾶσι πέφη-
νας, καταφωτίζων τοὺς βοῶντας·
Χαῖρε, ἀστὴρ φωτὸς τοῦ ἀΰλου· χαῖρε,
πρηστὴρ ἐχθροῦ τοῦ δολίου.
Χαῖρε, ἑωσφόρε τῶν θείων ἐλλάμψεων·
χαῖρε, ὑποφῆτα τῶν ἔνδον καθάρσεων.
Χαῖρε, θεωρίας κρείττονος ὄμμα τὸ
περιφανές· χαῖρε, πρακτικῆς καθάρσεως
στόμα θεοειδές.
Χαῖρε, ὅτι ῥυθμίζεις τῶν πιστῶν τὰς

καρδίας· χαῖρε, ὅτι λαμπρύνεις μοναστῶν
τὰς ἐννοίας.
Χαῖρε, Χριστοῦ ἰδὼν τὴν λαμπρότητα·
χαῖρε ἐχθροῦ σοβῶν τὴν κακότητα.
Χαῖρε, ἀχλὺν παθημάτων σκεδάζων·
χαῖρε, ἡμᾶς μυστικῶς καταυγάζων.

Χαίροις, Πάτερ Παΐσιε.

Θαύμασι τὴν ζωὴν σου, ὁ Χριστὸς
βεβαιώσας, ἐκφαίνει τὴν δοθεῖσάν
σοι χάριν· διὰ βίου γὰρ σὺ ἱεροῦ, ἱερωτά-
της ἐνεργείας ἔτυχες, ἐνεργῶν Πάτερ τὰ
πρόσφορα, τοῖς τῷ Κυρίῳ βοῶσιν·
Ἀλληλούϊα.

Ἱλαρὸς μὲν τῇ ὄψει, καὶ λαμπρὸς ἐν τοῖς
ἔργοις, δεικνύμενος Πάτερ τοῖς ὁρῶσι,
μοναστῶν τύπος καὶ ὁδηγός, πρὸς ἀρετῆς
τελειότητα γέγονας, καὶ πάντες σοὶ προ-
σέτρεχον, καὶ ἀνεβόων θεορῆμον·
Χαῖρε, φωστὴρ ἀγάπης τοῦ Λόγου·
χαῖρε, πρηστὴρ τῆς πλάνης τοῦ κόσμου.
Χαῖρε, νομοθέτα ἡμῶν καὶ διδάσκαλε·

χαῖρε, ἀρχηγέτα μοναστῶν καὶ ὄρχαμε.
Χαῖρε, ἄνθος εὐωδέστατον τῶν Χριστοῦ
ἀληθειῶν· χαῖρε, πύργος ἀδιάσειστος τῶν
δογμάτων τῶν ὀρθῶν.

Χαῖρε, ὅτι ἐφάνης τῶν ἐν Ἄθῳ κο-
σμήτωρ· χαῖρε, ὅτι ὡράθης μοναζόντων
ἡγήτωρ.
Χαῖρε, θερμὸν ψυχῶν ἱλαστήριον· χαῖρε,
τερπνόν πιστῶν παραμύθιον.
Χαῖρε, θερμὸς Παναγούδας ἀσκητής·
χαῖρε, Θεοτόκου ἱερὸς ὑμνητής.
Χαίροις, Πάτερ Παΐσιε.

Κῆπον διηνθισμένον, τῆς Πανάγνου
τὸν κλῆρον, εἰργάσω Παΐσιε πάτερ·
δικαιοσύνης γὰρ ἀληθῶς, γεωργὸς ἐν τού-
τῳ σὺ ἐχρημάτισας· ὅθεν δαψιλῆ ἤνεγκεν
καρποφορίαν, ᾧ ψάλλομεν·
Ἀλληλούϊα.

Λάμψας ἐν Ἄθῳ πάτερ, ὡς ἀστὴρ
σελασφόρος, ἐδίωξας δαιμόνων τὰ

στίφη· καὶ νῦν φώτισον μάκαρ ἡμᾶς, ἵνα
μετανοίας τὴν ὁδὸν εὕρωμεν, καὶ λυτρωθέ-
ντες ψάλλωμεν, σοὶ ὕμνον ἐκ βαθέων τόνδε·
Χαῖρε, ἡ κρήνη τῆς συμπαθείας· χαῖρε,
ἡ βρύσις τῆς εὐσπλαγχνίας.

Χαῖρε, τῆς τοῦ Λόγου χρηστότητος
τύπωμα· χαῖρε, μοναζόντων ἀτίνακτον
στήριγμα.
Χαῖρε, ὄργανον περίδοξον ἐπιπνοίας θε-
ϊκῆς· χαῖρε, ἔκπαγλον ἀνάκτορον βιοτῆς
ἀσκητικῆς.
Χαῖρε, ὅτι εὐφραίνεις μελιῤῥύτοις σου
φθόγγοις· χαῖρε, ὅτι φαιδρύνεις ἡδυμόλ-
ποις σου ὕμνοις.
Χαῖρε, λαβὼν τὸν πλοῦτον τοῦ Πνεύματος·
χαῖρε, πιὼν τὸ νᾶμα τῆς χάριτος.
Χαῖρε, πολλοὺς πρὸς Χριστὸν ὁδηγήσας·
χαῖρε, ἐχθροῦ τὰς παγίδας συντρίψας.
Χαίροις, Πάτερ Παΐσιε.

Μνήμη ἡ τοῦ θανάτου, τῆς ἁγνῆς σου
καρδίας, ἐδέσποζε Παΐσιε μάκαρ,
καθ᾿ ἑκάστην καὶ τῶν οὐρανῶν, ἡ χαρὰ

καὶ κάλλος ἀληθῶς ἔθελξε, σὲ ὅλον καὶ
διήγειρε, κραυγάζειν τῷ Θεῷ ἀπαύστως·
Ἀλληλούϊα.

Στάσις Γ´

Νέον ἐν τοῖς ὁσίοις, σὲ ὁρῶμεν Παΐσιε,
καὶ τῶν πάλαι ἐφάμιλλος ὤφθης,
κανὼν ἔμπρακτος τῶν μοναστῶν, καὶ χα-
ρακτὴρ ἐν πᾶσιν ἐχρημάτισας, ἐν ἤθεσι
καὶ πράξεσι, τοῖς ἐκβοῶσι σοι ἐκ πόθου.
Χαῖρε, πύργος νέος τῆς Ἐκκλησίας·
χαῖρε, βάσις νέα τῆς εὐσεβείας.
Χαῖρε, Παρακλήτου ἡδύπνευστον ὄργα-
νον· χαῖρε, θείου φέγγους λαμπρότατον
ἔσοπτρον.
Χαῖρε, μάχαιρα συγκόπτουσα τὴν ἀπά-
την τοῦ ἐχθροῦ· χαῖρε, τράπεζα ἡ γέμουσα
ἐξ ἀγάπης τοῦ Χριστοῦ.
Χαῖρε, ὅτι ἀσκήσει ἀκραιφνεῖ ἡγιάσθης·
χαῖρε, ὅτι μεθέξει θεϊκῇ ἐθεώθης.
Χαῖρε, πιστοῦ λαοῦ ἐγκαλλώπισμα·
χαῖρε, ἐχθροῦ βεβήλου τὸ σύντριμμα.

Χαῖρε, ναμάτων τῶν θείων ὁ ῥύαξ· χαῖρε,
ἡμῶν τῶν ὑμνούντων σε φύλαξ.
Χαίροις, Πάτερ Παΐσιε.

Ξενωθεὶς τῶν ἐν κόσμῳ, ᾠκειώθης τῷ
Λόγῳ, ὡς ξένος ἐν σαρκὶ βιοτεύσας·
ἐντεῦθεν ξένων θεωριῶν, ὡς καθάρας σε-
αυτὸν κατηξίωσαι, θεοειδὴς γενόμενος,
καὶ ψάλλων τῷ σὲ θεώσαντι·
Ἀλληλούϊα.

Ὅλος λελαμπρυσμένος, τῇ τοῦ
Πνεύματος αἴγλῃ, τῇ σῇ συντονωτά-
τῃ ἀσκήσει, πᾶσι παρέχεις λόγῳ σοφῷ,
τὰς πρὸς σωτηρίαν ἀφορμὰς Ὅσιε· κατὰ
ψυχὴν καὶ σῶμα γάρ, θεραπεύεις τοὺς
ἐκβοῶντας·
Χαῖρε, ὁ ἄνθραξ πυρὸς ἀΰλου· χαῖρε, ἡ
σάλπιγξ τοῦ Παραδείσου.
Χαῖρε, τῶν ὁσίων τῶν πάλαι ὁμότροπε·
χαῖρε, τῶν Πατέρων τῶν θείων ἰσότιμε.
Χαῖρε, νάρδος ἀποστάζουσα ἐκ δακρύων
ἱερῶν· χαῖρε, σκεῦος θείου Πνεύματος δι-
αυγὲς καὶ λαμπερόν.

Χαῖρε, ὅτι τὸ ὄρος τοῦ Ἄθωνος κλεΐζεις·
χαῖρε ὅτι τὸν δῆμον τῶν πιστῶν ὡραΐζεις.
Χαῖρε, πηγὴ θαυμάτων ἀείροος· χαῖρε,
αὐγὴ τῆς θείας χρηστότητος.
Χαῖρε, δι᾿ οὗ πεπτωκότες ὀρθοῦνται·
χαῖρε, δι᾿ οὗ ἀσθενοῦντες ἰῶνται.
Χαίροις, Πάτερ Παΐσιε.

Πᾶσα τάξις ἀνθρώπων, θεοφρόνως
βιούντων, ἰθυτενῆ ὅρον τὸν σὸν βίον,
κτησαμένη Πάτερ ἀληθῶς, πρὸς σωτηρι-
ώδεις ὁδοὺς πεπόρευται· καθηγητὴς γὰρ
ἔμπρακτος, ἀνεφάνης τῶν ἐκβοώντων·
Ἀλληλούϊα.

Ῥείθροις τῶν σῶν ἱδρώτων, καὶ ῥοαῖς
σῶν δακρύων, ἐπίανας τὴν ἔρημον
Πάτερ, καὶ βλαστήσας καρποὺς ἐν αὐτῇ,
ἀρετῆς ὑψίστης καὶ εὐχῆς ηὔφρανας,
Παΐσιε, τοὺς σπεύδοντας, βοῆσαί σοι φω-
ναῖς εὐήχοις·
Χαῖρε, ἡ βρύσις τῶν θείων λόγων· χαῖρε,
ἡ λύσις τῶν νοσημάτων.

Χαῖρε, καθαρότητος ἔμπνουν ἀγλάϊσμα·
χαῖρε, τελειότητος ἔμψυχον ἄγαλμα.
Χαῖρε, γεωργίας κρείττονος θεοφόρος γε-
ωργός· χαῖρε, τῶν καρπῶν τοῦ Πνεύματος
θαυμαστὸς μυσταγωγός.
Χαῖρε, ὅτι ἐκτρέφεις τῶν πιστῶν τὰς
καρδίας· χαῖρε, ὅτι ἐκτρέπεις τῶν ἐχθρῶν
τὰς χορείας.
Χαῖρε, πολλοὺς κινδύνων ῥυσάμενος·
χαῖρε, ψυχὰς παθῶν λυτρωσάμενος.
Χαῖρε, εὐχῆς εὐωδέστατον ἴον· χαῖρε,
σιγῆς θεοσώστου πυξίον.
Χαίροις, Πάτερ Παΐσιε.

Στήριγμα Ἐκκλησίας, ἀῤῥαγὲς ἀνεδεί-
χθης, καὶ ἔρεισμα ἀκλόνητον ὄντως
εὐσεβείας, Ἑλλάδος λαμπτήρ, ἀρετῶν
αὐγαῖς ὁ δᾳδουχῶν σύμπασαν τὴν κτί-
σιν· ὅθεν ᾄδοντες, σὴν ἄσκησιν Χριστῷ
βοῶμεν·
Ἀλληλούϊα.

Στάσις Δ´

Τὸν ἀγῶνα τελέσας, ἀνελήλυθας
χαίρων, πρὸς δόξαν ὑπερκόσμιον
Πάτερ, καὶ τῶν αἰωνίων ἀγαθῶν, κληρο-
νόμος θεοφόρε γέγονας, θέσει θείᾳ θεού-
μενος, καὶ πρεσβεύων ὑπὲρ τῶν βοώντων·
Χαῖρε, Χριστοῦ θεωρῶν τὴν δόξαν· χαῖρε
Θεοῦ οἰκτιρμῶν ἐπόπτα.
Χαῖρε, ταπεινώσεως ἔμψυχον ἄγαλμα·
χαῖρε, διακρίσεως θεῖον ἀμάρυγμα.
Χαῖρε, στῦλος ἀδιάσειστος ἐν Χριστῷ
ὑπακοῆς· χαῖρε, ῥάβδος ἡ ἀκλόνητος κο-
σμικῆς ἀποταγῆς.
Χαῖρε, ὅτι παιδεύεις μονοτρόπων χο-
ρείας· χαῖρε, ὅτι φωτίζεις εὐσεβούντων
πορείας.
Χαῖρε, τρυφῆς τῆς θείας συμμέτοχε·
χαῖρε, κρηπὶς ὁσίων πανόλβιε.
Χαῖρε, βροτῶν ποδηγέτα πρὸς πόλον·
χαῖρε, πολλῶν χορηγὲ ἰαμάτων.
Χαίροις, Πάτερ Παΐσιε.

Ὕμνοις ἐπινικίοις, τοὺς λαμπρούς σου
ἀγῶνας, κροτοῦντες εὐλαβῶς σοι
βοῶμεν· ἀπὸ πάσης βλάβης καὶ φθορᾶς,
ἀτρώτους ἡμᾶς ἀεὶ διαφύλαττε, ὦ Παΐσιε
ἔνδοξε, τοὺς εὐσεβῶς Θεῷ βοῶντας·
Ἀλληλούϊα.

Φῶς τὸ ἄϋλον Πάτερ, τῆς ἁγίας
Τριάδος, ὁρῶν σὺν μακαρίων τοῖς
δήμοις, καὶ ταῖς θείαις τρυφῶν καλλοναῖς,
ἡμᾶς λύτρωσαι χαμαιπετοῦς σχέσεως,
πρὸς θείαν νῦν ἐγρήγορσιν, ἐγείρων τοῦ
βοᾶν σοι ὕμνον·
Χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων· χαῖρε,
ἡ τέρψις τῶν ἀθυμούντων.
Χαῖρε, συναυλίας τῆς ὦδε ὁ ἔξαρχος·
χαῖρε, σωτηρίας ἡμῶν ὁ ἐχέγγυος.
Χαῖρε, βίβλος θεοτύπωτος πράξεων
ἀσκητικῶν· χαῖρε, πλάξ ἡ θεοχάρακτος
νόμων τῶν πνευματικῶν.
Χαῖρε, ὅτι βραβεύεις τοὺς εἰς σὲ προσιό-
ντας· χαῖρε, ὅτι λαμπρύνεις τοὺς Τριάδαν
τιμῶντας.

Χαῖρε, τυφλῶν ταχεῖα ἀνάβλεψις· χαῖρε,
κυλλῶν τελεία ἀνόρθωσις.
Χαῖρε, ἡμῶν κηδεμὼν καὶ προστάτης·
χαῖρε, φωτὸς Τριλαμποῦς παραστάτης.
Χαίροις, Πάτερ Παΐσιε.
Χαίρει τῶν ἀσωμάτων, ἡ ὁμήγυρις
πᾶσα, τὴν μνήμην Παϊσίου τιμῶσα,
ὡς ὁπλίτην μέγαν τοῦ Χριστοῦ, κατὰ τοῦ
σατὰν δὲ κραταιὸν σύμμαχον· σὺν ταύτῃ
καὶ ἐγκώμιον, οἱ γηγενεῖς αἰνοῦμεν οὕτως·
Ἀλληλούϊα.

Ψυχικῆς ἀθυμίας, καὶ δεινῆς ῥαθυ-
μίας, τῇ σῇ ἐπιστασίᾳ τῇ θείᾳ,
ἀπάλλαξόν με ἐκδυσωπῶ, καὶ δίδου μοι
πολιτείας σεμνότητα, Παΐσιε μακάριε, ὡς
ἂν ἀπαύστως σοι κραυγάζω·
Χαῖρε, πιστῶν ἀρωγὸς ἑτοίμη· χαῖρε, ἐν
ζάλῃ παθῶν γαλήνη.
Χαῖρε, τοῦ Θεοῦ θαρσαλέα δυσώπησις·
χαῖρε, τῶν παθῶν λοιμικῶν ἀποσόβησις.
Χαῖρε, τεῖχος καὶ ὀχύρωμα εὐσεβῶν

Χριστιανῶν· χαῖρε, σκεῦος διαυγέστατον,
πλῆρες θείων δωρεῶν.
Χαῖρε, ὁ πυριμόρφους ἡδονὰς κατα-
στείλας· χαῖρε, ὁ θεοσδότους ἀρετὰς
γεωργήσας.
Χαῖρε, δαιμόνων ἔνθεον φόβητρον· χαῖρε,
ψυχῶν τὸ εὔηχον σήμαντρον.
Χαῖρε, κλεινῶν μονοτρόπων ἀκρότης·
χαῖρε, πασῶν γενεῶν ὡραιότης.
Χαίροις, Πάτερ Παΐσιε.

Ὦ θεσπέσιε Πάτερ, ἀσκητῶν ὡραιό-
της, Παΐσιε θεράπων Κυρίου· (ἐκ
γ´) τὴν παροῦσαν ἡμῶν προσφοράν, εὐ-
μενῶς ὡς συμπαθέστατος πρόσδεξαι, καὶ
ῥύου πάσης θλίψεως, Θεῷ τοὺς εὐλαβῶς
βοῶντας·
Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν ὁσίων κοινωνὸν καὶ τύπον
ἄριστον, καὶ τῶν ἐν Ἄθῳ ὁδηγὸν
τὸν ἱερώτατον, ἀνυμνοῦμεν σε οἱ δοῦλοί

σου θεοφόρε· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς
τὸν Κύριον, ἐκ ποικίλων συμφορῶν ἡμᾶς
ἀπάλλαξον, τοὺς βοῶντάς σοι· Χαίροις,
Πάτερ Παΐσιε.

Πηγή: http://agiosarsenios.com/προσευχητάριον-ναού/, Ιερός Ναός Αγίων Παϊσίου Αγιορείτου και Αρσενίου Καππαδόκου, Λεμεσός, Προσευχητάριον Ιερού Ναού Αγίων Παϊσίου και Αρσενίου του Καππαδόκου

προηγούμενο
επόμενο

Facebook Comments