Ασματική Ακολουθία και Παρακλητικός Κανών στον Όσιο Νικηφόρο το Λεπρό

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΝ ΤΟΝ ΛΕΠΡΟΝ

(οὗ ἡ ἱερὰ μνήμη ἐπιτελεῖται την 4ην Ἰανουαρίου-Ποίημα Ἰσιδώρας Μοναχῆς, Καθηγουμένης Ἱ. Μονῆς Ἁγ. Ἱεροθέου Μεγάρων)

«Ψυχῆς μου χείλη λάμπρυνον τὰ θαυμαστά σου ᾄδειν, ὦ Νικηφόρε, τῶν λεπρῶν ἡ πάγκαλος λαμπρότης».

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

(Μή ύπάρχοντος ‘Ιερέως, ό Μοναχός; ή ή Μοναχή, ή ό Λαϊκός άρχίζει: Δι’ εύχών των Άγ Πατέρων ήμών, Κύριε Ίησοϋ Χριστέ ό Θεός ήμών, ελέησον ήμάς. Αμήν).

Ὁ Ἀναγνώστης: Ἀμήν. 

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Ἦχος δ΄. 

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Ἀνδρειοφρόνως τῆς σαρκός σου τὴν λέπραν, καθυπομείνας ὡς Ἰὼβ Νικηφόρε, τῆς σῆς ψυχῆς ἐξήγνισας, λαμπρῶς τὴν στολήν· τέλεον τὴν κλίμακα, ἀρετῶν δὲ ἀνέβης, φθάσας τῇ ἀσκήσει σου, πολιτείαν ἀγγέλων· ἀδιαλείπτως ψάλλων τῷ Θεῷ, σοὶ δόξα πρέπει, Τριὰς ὁμοούσιε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν, ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου• επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου• αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν• ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους. 

Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς: «Χαῖρε Νικηφόρε λεπρῶν καινὴ λαμπρότης».

Ἦχος πλ. δ´. ᾨδὴ α´.

«Υγράν διoδεύσας ωσεί ξηράν και την αιγυπτίαν μoχθηρίαν διαφυγών, o Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή και Θεώ ημών άσωμεν».

Χαρίτων τὸ σκεῦος τὸ καθαρόν, χιόνος ἁπάσης τὸν λευκότερον τῇ ψυχῇ, λεπρὸν Νικηφόρον δεῦτε πάντες· καθαρωτάταις ᾠδαῖς μεγαλύνωμεν. Ἀ γάπης σφραγῖδα τὴν ἱεράν, τῆς πίστεως δρόμον τὸν τελέσαντα ἀνδρικῶς, ἐλπίδι τῆς ἄνω Βασιλείας· νῦν Νικηφόρον λεπρὸν μακαρίσωμεν.

Ἱδρῶσιν ὁσίας σου ἀγωγῆς, ψυχήν σου τὴν θείαν Νικηφόρε παναληθῶς, ποιήσας χρυσίου λαμπροτέραν· εἰς τοῦ Θεοῦ σου τὰς χεῖρας παρέθηκας.

Θεοτοκίον.

Ῥημάτων ἀῤῥήτων τοῦ Γαβριήλ, ἀκούσασα Κόρη Παναγία πανευπειθῶς, Θεὸν ἀπεκύησας τῷ κόσμῳ· παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.

ᾨδὴ γ´.

«Οὐρανίας ἁψῖδoς ὀρoφoυργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δoμῆτoρ, σύ με στερέωσoν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στή­ριγ­μα, μόνε φιλάνθρωπε».

Ἐκ τῆς Κρήτης προῆλθες, ὡς νεαυγὴς ἥλιος, πᾶσαν δὲ τὴν γῆν ἀνταυγείαις, τῆς πολιτείας σου, καινοποιεῖς εὐπρεπῶς, υἱὲ φωτὸς Νικηφόρε, καὶ παθῶν τὴν ζόφωσιν, λύεις ἑκάστοτε.

Νουνεχῶς Μοναζόντων, τρίβον στενὴν ἤνυσας, πάσῃ ἐγκρατείᾳ παμμάκαρ, ἐνδιαιτώμενος, καὶ Ἀσωμάτων χορούς, φθάσας σαρκὶ Νικηφόρε, ἀληθῶς ἐτίμησας, σχῆμα ἰσάγγελον.

Ἰαμάτων ὁ ἔχων, τὸ ἀχανὲς πέλαγος, καὶ ἐν ἀσθενείᾳ παιδεύων, οὓς παραδέχεται, ὡς ἀνοθεύτους υἱούς, Χριστὸς σαρκός σοι τὴν λέπραν, Νικηφόρε δέδωκε, φίλτρου εἰς πίστωσιν.

Θεοτοκίον.

Κυριώνυμε Κόρη, κόσμου παντὸς Δέσποινα, τὴν δεδουλωμένην ψυχήν μου, τοῖς παραπτώμασι, ταῖς Μητρικαῖς σου λιταῖς, δεῖξον παθῶν ἀνωτέραν, εἰς τὴν πρώτην δόξαν μου, πάλιν ἀνάγουσα.

Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χο­ρός· Ἀμήν.

Ἦχος β´.

Πρεσβεία θερμή, καί τείχος απροσμάχητον, ελέους πηγή, τού κόσμου καταφύγιον, εκτενώς βοώμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καί εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα

Ὀ δύνας μακράς, τῆς λέπρας ἐκαρτέρησας, γενναίᾳ ψυχῇ, καὶ γνώμῃ καρτερόφρονι, τῷ Θεῷ φθεγγόμενος· Νικηφόρε ᾆσμα γηθόμενος, καὶ μεγαλύνων χείλεσιν ἁγνοῖς, τὴν θείαν ἀπαύστως ἀγαθότητα.

ᾨδὴ δ´.

«Εισακήκoα, Κύριε, τής oικoνoμίας σoυ τό μυστήριoν, κατενόησα τά έργα σoυ και εδόξασά σoυ την θεότητα».

Ἡ δονὰς τὰς τοῦ σώματος, πάσῃ ἐγκρατείᾳ πολιτευόμενος· Νικηφόρε ἀπενέκρωσας, τὸ δὲ πνεῦμα θείως ἀνεζώωσας.

Φερωνύμως τῆς κλήσεως, τῆς ἐπουρανίου μάκαρ γενόμενος· Νικηφόρε κατενίκησας, παρατάξεις πάσας τοῦ ἀλάστορος.

Ὀ φθαλμῶν σου τὴν πήρωσιν, φέρων

Νικηφόρε ἔνδον σου ἔβλεπες· ἐπιλάμψεις θείου Πνεύματος, καὶ λαμπρῶν ἀκτίνων φῶς ἀπρόσιτον.

Θεοτοκίον.

Ῥητορεύσεις πεπλήρωνται, τῶν προφητευόντων ἐν σοὶ πανάμωμε· ἀπειράνδρως γὰρ ἐκύησας, ὅνπερ πάλαι οὗτοι προηγόρευσαν.

ᾨδὴ ε´.

«Φώτισoν ημάς τoίς πρoστάγμασί σoυ, Κύριε και τώ βραχίoνί σoυ τώ υψηλώ, την σήν ειρήνην παράσχoυ ημίν, φιλάνθρωπε».

Ἔστησας τὸν νοῦν, ἐπὶ πέτραν τοῦ Κυρίου σου, Νικηφόρε διὸ ἔμεινας στεῤῥός, ὥσπερ ἀδάμας, ἀλγηδόσι μὴ πτοούμενος.

Λέπραν τῆς σαρκός, ὡς Ἰὼβ ἐνεκαρτέρησας, διὸ λάμπεις Νικηφόρε τῇ ψυχῇ, ὑπὲρ χρυσίον, καὶ ἀργύριον πολύτιμον.

Ἔθηκας Θεῷ, Νικηφόρε τὴν ἐλπίδα σου, ὀρφανῶν τε καὶ χηρῶν προασπιστῇ, πατρῴων σπλάγχνων, παρ’ οὗ εὗρες τὴν ἀντίληψιν.

Θεοτοκίον.

Πύργος ὀχυρός, κατ’ ἐχθρῶν ὑπάρχεις Δέσποινα, καταῤῥάττουσα αὐτῶν τὰς μηχανάς, ὡς τετοκυῖα, τὸν ἰσχύϊ ἀπροσμέτρητον.

ᾨδὴ στ´.

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριoν καὶ αὐτῷ ἀ­παγ­γελῶ μoυ τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μoυ ἐπλήσθη, καὶ ἡ ζωή μoυ τῷ ᾅδῃ πρoσήγγισε, καὶ δέoμαι ὡς ᾿Ιωνᾶς· ἐκ φθoρᾶς ὁ Θεός με ἀνά­γαγε».

Ῥωννύμενος, τοῦ Θεοῦ τῇ χάριτι, ἐκ παθῶν τῶν χαμερπῶν Νικηφόρε· τὸ ἀσθενές, τῆς σαρκός σου ἐδέξω, ὡς τῆς Θεοῦ συμπαθείας τὸ δώρημα· τοῦ στέργοντος τὴν τῶν βροτῶν· σωτηρίαν δι’ οἶκτον ἀμέτρητον.

Ὡς λύχνον σε, τῆς Τριάδος ἔγνωμεν, Νικηφόρε ἐπὶ ὄρους τεθέντα· καὶ ἱλαρῶς, διαχέοντα πᾶσι, τὸν φωτισμὸν καὶ τὴν αἴγλην τοῦ Πνεύματος· τὴν λύουσαν ἀχλύν παθῶν· καὶ φαιδρύνουσαν γῆς τὰ πληρώματα.

Νενίκηκας, τοῦ ἐχθροῦ ὑψώματα, Νικηφόρε ταπεινώσει σου θείᾳ· ὅτι ψυχῇ, εὐχαρίστῳ ἐδέξω, τῇ σῇ σαρκὶ ἀλγηδόνας καὶ στίγματα· καὶ γέγονας παναληθῶς· τῆς χιόνος ἀμέτρως λευκότερος.

Θεοτοκίον.

Κοιλία σου, ἡ ἁγία γέγονε, Μαριὰμ τῶν οὐρανῶν πλατυτέρα· ὅτι Θεός, ἐν αὐτῇ ἐχωρήθη, ὃν οὐρανοῦ οὐ χωροῦσι τὰ πέρατα· Αὐτὸν δυσώπει μητρικῶς· τῆς παθῶν με ῥυσθῆναι στενώσεως.

Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκός, ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγονἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ ἱερεὺς μνημονεύει, ὡς δεδήλωται.

Κοντάκιον.

Ἦχος β´.

Πρoστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, με­σι­τεία πρὸς τὸν πoιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρ­τωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασoν, ὡς ἀγαθή, εἰς τὴν βoήθειαν ἡμῶν, τῶν πιστῶς κραυ­γαζόντων σoι· τάχυνoν εἰς πρεσβείαν καὶ σπεῦσoν εἰς ἱκεσίαν ἡ πρoστατεύoυσα ἀεί, Θεoτόκε, τῶν τιμώντων σε.

Ἀσθενείας τὴν στενὴν ὁδὸν ἐπεβάδισας, Νικηφόρε καὶ ὁλοσχερῶς ἠκολούθησας, τὸν Δεσπότην ὡς εὐπειθὴς καὶ ἄξιος υἱός· ζυγὸν τούτου δὲ τὸν ἐλαφρόν, καὶ τὸ φορτίον τὸ χρηστόν, ἐν τοῖς ὤμοις ἐβάστασας· χαίρων ὅθεν εἰσῆλθες, εἰς δόξης τῆς αἰωνίου, τὰς καταπαύσεις τὰς τερπνάς, χαρμοσύνως ἀγαλλόμενος.

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)

Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Ό Χορός.

Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν

Ὁ Ἱ­ε­ρεύς

Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.

Ό Χορός

Και τω Πνεύματί σου.

Ὁ Ἱ­ε­ρεύς

Εκ τού κατά Ματθαίου αγίου Ευαγγελίου το ανάγνωσμα. Πρόσχωμεν.

Ό Χορός.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱ­ε­ρεύς 

Ἐκ τοῦ Κατὰ Ματθαῖον (ια´, 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸτοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ταῖς τοῦ σοῦ Ὁσίουπρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις. Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Κλίμακα οὐράνιον, τῶν ἀρετῶν Νικηφόρε, λογισμῷ θεόφρονι, καὶ ψυχῆς στεῤῥότητι ἀναβέβηκας· ὡς Ἰὼβ ἔφερες, τῆς σαρκὸς γὰρ λέπραν, καὶ ὀμμάτων σου τὴν πήρωσιν· πληγὰς καὶ στίγματα, καὶ τὴν τῶν μελῶν πᾶσαν κάκωσιν· εἰς ὕψος δὲ αἰρόμενος, τὰ τῶν οὐρανίων ἑώρακας· κάλλη καὶ τὴν δόξαν, ἣν Κύριος ἡτοίμασε Θεός, τοῖς ἐκτελοῦσιν ἑκάστοτε

Αὐτοῦ τὰ προστάγματα.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ……. (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Κύριε ἐλέησον (12).

ᾨδὴ ζ´.

«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».

Ἀδιάλειπτον ἔσχες, προσευχὴν ὥσπερ ἔργον ἐν βίῳ ἄριστον, δι’ ἧς Θεῷ ὡμίλεις, Ἀγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ὁ τῶν πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰθυνόμενος μάκαρ, παρ’ Ἀνθίμου τοῦ πάνυ ἐν Χίῳ ἤνυσας, ἀσκήσεως τὸν δρόμον, καὶ τρόπαια μεγάλα,

Νικηφόρε ἐπέγραψας· διὸ στεφάνους χειρί, ἐδέξω ζωηφόρῳ. Νέμων θείας εὐχάς σου, Νικηφόρε Κυρίῳ τὸ μεσονύκτιον, μετέωρος ἐπήρθης, ξενίσας μαθητήν σου, σὲ ἰδόντα Εὐμένιον· μεθ’ οὗ τὸν ὕμνον Θεῷ, προσάγεις εἰς αἰῶνας.

Θεοτοκίον.

Ἡ τοῦ μάννα σε στάμνος, ἀληθῶς προετύπου Παρθενομῆτορ Ἁγνή, καὶ γὰρ ἐν τῇ γαστρί σου, ἐφύλαξας τὸν Ἄρτον, τῆς ζωῆς τὸν Οὐράνιον· Χριστὸν ψυχὰς τῶν πιστῶν, ἐκτρέφοντα ἀῤῥήτως.

ᾨδὴ η´.

«Τόν Βασιλέα των oυρανών, όν υμνoύσι, στρατιαί των Αγγέλων υμνείτε και υπερυψoύτε εις πάντας τoυς αιώνας».

Λόγοις σου θείοις, καὶ νουθεσίαις σοφαῖς σου, ταῖς ψυχαῖς θλιβομένων γλυκεῖαν, τὴν παρηγορίαν, παρεῖχες Νικηφόρε.

Ἀκτημοσύνης, σὲ θησαυρὸν Νικηφόρε ἀσφαλῆ καὶ μεγάλον πλουτοῦμεν, ὅτι τῇ καρδίᾳ, πτωχὸς μάκαρ ἐγένου.

Μακρὰν τὰ ὄντα, ὡσεὶ ἐγγὺς ἐνοπτρίζου, ψυχικοῖς ὀφθαλμοῖς Νικηφόρε, ὅτι διοράσει, τῇ θείᾳ ἐκοσμήθης.

Θεοτοκίον.

Πεποικιλμένη, τῇ θείᾳ δόξῃ Παρθένε, Βασιλεῖ δεξιόθεν παρέστης, τῷ ἐπουρανίῳ, ὡς Δέσποινα τοῦ κόσμου.

ᾨδὴ θ´.

«Κυρίως Θεoτόκoν σέ oμoλoγoύμεν oι διά σoύ σεσωσμένoι, παρθένε αγνή, σύν ασωμάτων χoρείαις σέ μεγαλύνoντες».

Ῥαδίως τὸ φορτίον, λέπρας βαρυτάτης, ᾦ Νικηφόρε βαστάσας, εἰς πόλιν Θεοῦ, τὴν ἐλευθέραν μετέβης, κούφως πτερούμενος.

Ὁ σπόρος Νικηφόρε, τοῦ Εὐαγγελίου, εἰς ἀγαθῆς καὶ καλῆς σου, καρδίας τὴν γῆν, γεωργηθεὶς τὸν πολύχουν, στάχυν ἐποίησεν.

Τὸν λύχνον τῆς ψυχῆς σου, πλήσας Νικηφόρε, ὑπομονῆς ἐν ἐλαίῳ, Νυμφίος Χριστός, χορῷ φρονίμων παρθένων, σὲ συνηρίθμησεν.

Ἡ θήκη σῶν λειψάνων, βλύζει Νικηφόρε, τοῦ Παρακλήτου τὴν χάριν,ὀσμήν τε ζωῆς, τοῖς εὐλαβῶς προσκυνοῦσι, ταύτην ἑκάστοτε.

Θεοτοκίον.

Σελήνη Θεοτόκε, ὡς παμφαεστάτη, ἐξανατέλλεις τῷ κόσμῳ, τὸ ἄδυ- τον φῶς, ὡς τετοκυῖα τῆς Δόξης, τὸν μέγαν Ἥλιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶνΧερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς: «Ἰσιδώρας».

Ἵνα αἰωνίου σε χαρμονῆς, μέτοχον ποιήσῃ ὁ Δεσπότης ἐν οὐρανοῖς, μάστιγας καὶ θλίψεις ἐν βίῳ σοι τῆς λέπρας· ἐδίδου Νικηφόρε, πατὴρ ὡς εὔσπλαγχνος.

Στάθμην σὲ ἐγνώκαμεν ἀκριβῆ, ταπεινοφροσύνης ἐγκρατείας ὑπογραμμόν, στῦλον ἀγρυπνίας ὑπακοῆς ἐργάτην· εὐχῆς τε Νικηφόρε, μέγαν διδάσκαλον.

Ἴσχυσας γενναίως ὡς ὁ Ἰώβ, ἐν τῇ καρτερίᾳ Νικηφόρε τῶν ἀλγεινῶν, ὅθεν σὺν ἐκείνῳ ἀγάλλει αἰωνίως· ἀφράστῳ θεοπτίᾳ, μεγαλυνόμενος.

Δεῦρο φιλοχρίστων θεία πληθύς, τοῦ Χριστοῦ τὸν φίλον Νικηφόρον νῦν τὸν λεπρόν· ὕμνοις ἐγκωμίων κοσμήσωμεν ἀξίως, ὡς θείας καρτερίας, πύκτην πανάριστον.

Ὥριμος ὡς βότρυς ἐν τοῖς ληνοῖς, πανωδύνου λέπρας Νικηφόρε ἀποθλιβείς, ἔδωκας τὸν οἶνον τῶν ἀρετῶν τὸν θεῖον· εὐφραίνοντα καρδίας, τῶν εὐφημούντων σε.

Ῥάβδον τῆς δυνάμεως τοῦ Θεοῦ, ἔχων Νικηφόρε βακτηρίαν ὡς κραταιάν, ἔδραμες εὐτόνως τὴν στενωπὸν τοῦ βίου· εἰς θείων σκηνωμάτων πλάτος ἀπάγουσαν.

Ἄκμων ὡς ὑπάρχων ὑπομονῆς, ἄκαμπτος ἐδείχθης Νικηφόρε ἐν τοῖς δεινοῖς, καὶ ἐν τῷ χαλκείῳ δοκιμασθεὶς τῶν πόνων, χρυσίου ἀπαστράπτεις, πάνυ λαμπρότερον.

Σήμερον δυνάμεις Ἀγγελικαί, χαίρουσιν ὁρῶσαι Νικηφόρου θείαν ψυχήν, θρόνῳ τοῦ Δεσπότου σὺν τούτοις παρεστῶσαν· καὶ δόξῃ ἐλλαμφθεῖσαν, τῆς καθαρότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαὶ Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης: Ἀμήν. 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. 

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν.

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Νικηφόρου Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι· ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

Ὁ ἱερεὺς μνημονεύει καὶ ἀπόλυσις.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, τὰ ἀκόλουθα:

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκρόν.

Χαίροις καρτερίας ἀθλητά, τῆς παρηγορίας ὁ λύχνος, ἐλπίδος θεία εἰκών, πίστεως ἐκσφράγισμα, ἀγάπης πλήρωμα· προσευχῆς ὁ διδάσκαλος, κανὼν ἐγκρατείας, πλοῦτος πολυέραστος, τῆς καθαρότητος. Λέπρας παιδευθεὶς τῇ καμίνῳ, λάμπεις Νικηφόρε τῷ κόσμῳ· τοῦ χρυσοῦ ἀμέτρως θαυμαστότερον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δίστιχον Ἀκροτελεύτιον

Ὦ Νικηφόρε Ὅσιε, λεπρῶν ἡ κοσμιότης, δέχου πτωχήν μου δέησιν κράζει σοι Ἰσιδώρα, καὶ ἔλεός μοι πλούσιον παράσχου σαῖς πρεσβείαις.

ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΗΜΩΝ ΔΟΞΑ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ. ΑΜΗΝ.

Απολυτίκιο Οσίου Νικηφόρου του Λεπρού

Ήχος α´

Νικηφόρου Οσίου, του λεπρού τα παλαίσματα, καί την εν ασκήσει ανδρείαν, κατεπλάγησαν Αγγελοι

ως άλλος γάρ Ιώβ τα αλγεινά, υπέμεινε δοξάζων τον Θεόν, νύν δε δόξη εστεφάνωται παρ᾽ Αυτού, θαυμάτων διακρίσεσιν.

Χαίροις των Μοναστών χειραγωγέ, χαίροις φωτός ο πρόβολος• χαίροις ο ευωδίας χαρμονήν, προχέων εκ λειψάνων σου.

Ασματική Ακολουθία και Παρακλητικός Κανών

Κατεβάστε την Ασματική Ακολουθία και τον Παρακλητικό Κανόνα του Οσίου Νικηφόρου στον υπολογιστή σας κάνοντας κλίκ Εδώ.

Πηγή: http://www.diakonima.gr/2013/01/01/%CF%8C%CF%83%CE%B9%CE%BF%CF%82-%CE%BD%CE%B9%CE%BA%CE%B7%CF%86%CF%8C%CF%81%CE%BF%CF%82-%CE%BF-%CE%BB%CE%B5%CF%80%CF%81%CF%8C%CF%82-%E2%80%A0-4-%CE%B9%CE%B1%CE%BD%CE%BF%CF%85%CE%B1%CF%81%CE%AF%CE%BF-2/

Πηγή: Άγιος Νικηφόρος Ο Λεπρός

προηγούμενο
επόμενο

Facebook Comments